Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

εἰωθὼς δὲ στρατηγεῖν παρʼ ἐνιαυτόν, ὡς ἡ τάξις αὐτῷ περιῆλθε, καλούμενος ἐξωμόσατο, καὶ Τιμόξενος ᾑρέθη στρατηγός, ἐδόκει δὲ ἡ μὲν πρὸς τοὺς ὄχλους ὀργὴ πρόφασις εἶναι λεγομένη τῆς ἐξωμοσίας ἀπίθανος, αἰτία δʼ ἀληθὴς τὰ περιεστῶτα τοὺς Ἀχαιούς, οὐκέθʼ ὡς πρότερον ἀτρέμα καὶ σχέδην τοῦ Κλεομένους ἐπιβαίνοντος οὐδʼ ἐμπλεκομένου ταῖς πολιτικαῖς ἀρχαῖς,

ἀλλʼ ἐπεὶ τοὺς ἐφόρους ἀποκτείνας καὶ τὴν χώραν ἀναδασάμενος καὶ πολλοὺς τῶν μετοίκων ἐμβαλὼν εἰς τὴν πολιτείαν ἔσχεν ἰσχὺν ἀνυπεύθυνον, εὐθὺς ἐπικειμένου τοῖς Ἀχαιοῖς καὶ τῆς ἡγεμονίας ἑαυτὸν ἀξιοῦντος. διὸ καὶ μέμφονται τὸν Ἄρατον ἐν σάλῳ μεγάλῳ καὶ χειμῶνι τῶν πραγμάτων φερομένων ὥσπερ κυβερνήτην ἀφέντα καὶ προέμενον

paris.1624.1045
ἑτέρῳ τοὺς οἴακας, ὅτε καλῶς εἶχε καὶ ἀκόντων ἐπιστάντα σῴζειν τὸ κοινόν·

εἰ δʼ ἀπεγνώκει τὰ πράγματα καὶ τὴν δύναμιν τῶν Ἀχαιῶν, εἶξαι τῷ Κλεομένει, καὶ μὴ πάλιν τὴν Πελοπόννησον ἐκβαρβαρῶσαι φρουραῖς Μακεδόνων, μηδὲ πληρῶσαι τὸν Ἀκροκόρινθον Ἰλλυρικῶν ὅπλων καὶ Γαλατικῶν, μηδὲ οὓς αὐτὸς ἐν ταῖς πράξεσι

p.88
καταστρατηγῶν καὶ καταπολιτευόμενος, ἐν δὲ τοῖς ὑπομνήμασι λοιδορῶν διετέλει, τούτους ἐπάγεσθαι δεσπότας ταῖς πόλεσι συμμάχους ὑποκοριζόμενον.

εἰ δὲ Κλεομένης ἦν, λεγέσθω γὰρ οὕτως, παράνομος καὶ τυραννικός, ἀλλʼ Ἡρακλεῖδαι πατέρες αὐτῷ καὶ Σπάρτη πατρίς, ἧς τὸν ἀφανέστατον ἄξιον ἀντὶ τοῦ πρώτου Μακεδόνων ἡγεμόνα ποιεῖσθαι τοὺς ἔν τινι λόγῳ τὴν Ἑλληνικὴν τιθεμένους εὐγένειαν. καίτοι Κλεομένης ᾔτει τὴν ἀρχὴν παρὰ τῶν Ἀχαιῶν ὡς πολλὰ ποιήσων ἀγαθὰ τὰς πόλεις ἀντὶ τῆς τιμῆς καὶ τῆς προσηγορίας ἐκείνης,