Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἀπεγνωκότος γὰρ ἤδη τὰ πράγματα τὸν Διονυσίου καί τοὺς Συρακουσίους δεινῶς μεμισηκότος, ὥσπερ ἐνταφιάσαι τὴν τυραννίδα τῇ πόλει πίπτουσαν ἐβούλετο.

καί τοῦ Δίωνος

p.94
προκαταλαμβάνοντες τὴν βοήθειαν ἐπὶ τὸν ὀξύτατον διὰ πυρὸς πάντων ὄλεθρον καί ἀφανισμὸν ἐχώρησαν, τὰ μὲν ἐγγὺς ἀπὸ χειρῶν δᾳσὶ καί λαμπάσιν ὑποπιμπράντες, εἰς δὲ τὰ πρόσω διασπείροντες ἀπὸ τόξων πυροβόλους.

φευγόντων δὲ τῶν Συρακουσίων οἱ μὲν ἐν ταῖς ὁδοῖς ἐφονεύοντο καταλαμβανόμενοι, τὸ δὲ εἰς τὰς οἰκίας καταδυόμενον αὖθις ὑπὸ τοῦ πυρὸς ἐξέπιπτε, πολλῶν ἤδη φλεγομένων καί καταφερομένων ἐπὶ τοὺς διαθέοντας.