Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

τοῦτο τὸ πάθος μάλιστα τὴν πόλιν ἀνέῳξε Δίωνι πάντων συμφωνησάντων. ἔτυχε μὲν γὰρ οὐκέτι σπουδῇ πορευόμενος, ὡς ἤκουσεν εἰς τὴν ἀκρόπολιν κατακεκλεῖσθαι τοὺς πολεμίους.

προϊούσης δὲ τῆς ἡμέρας πρῶτον ἱππεῖς ἀπήντησαν αὐτῷ τὴν δευτέραν κατάληψιν ἀπαγγέλλοντες· ἔπειτα καὶ τῶν ὑπεναντιουμένων ἔνιοι παρῆσαν ἐπείγεσθαι δεόμενοι.

συντείνοντος δὲ τοῦ κακοῦ μᾶλλον Ἡρακλείδης τὸν ἀδελφὸν ἐξέπεμψεν, εἶτα Θεοδότην τὸν θεῖον, ἱκετεύων ἀρήγειν, ὡς μηδενὸς ἀντέχοντος τοῖς πολεμίοις, αὐτοῦ δὲ τετρωμένου, τῆς δὲ πόλεως μικρὸν ἀπεχούσης ἀνατετράφθαι καὶ καταπεπρῆσθαι.