Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

καί διὰ τοῦτο βραδέως ἅμα καί κατὰ σπουδὴν πορευόμενος προσῄει.

τῆς δὲ νυκτὸς προελθούσης οἱ μὲν μισοῦντες τὸν Δίωνα κατεῖχον τὰς πύλας ὡς ἀποκλείσοντες αὐτόν, ὁ δὲ Νύψιος, ἐκ τῆς ἄκρας αὖθις πολλῷ προθυμοτέρους γεγονότας καί πλείονας ἐφιεὶς τοὺς μισθοφόρους, τὸ μὲν προτείχισμα πᾶν εὐθὺς κατέσκαπτε, τὴν δὲ πόλιν κατέτρεχε καί διήρπαζεν.

ἦν δὲ φόνος μὲν οὐκέτι μόνον ἀνδρῶν, ἀλλὰ καί γυναικῶν καὶ παίδων, ἁρπαγαὶ δʼ ὀλίγαι, φθόρος δὲ πάντων πολύς.