Agesilaus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

οὐδὲν οὖν ἔλεγον δεόμενοι φθείρεσθαι δεῦρο κἀκεῖσε καθʼ ἕκαστον ἐνιαυτόν, ὀλίγοις τοσοῦτοι συνακολουθοῦντες· ἔνθα δὲ δὴ λέγεται τὸν Ἀγησίλαον, ἐξελέγξαι βουλόμενον αὐτῶν τὸ πλῆθος, τόδε μηχανήσασθαι. πάντας ἐκέλευσε καθίσαι τοὺς συμμάχους μετʼ ἀλλήλων ἀναμεμιγμένους, ἰδίᾳ δὲ τοὺς Λακεδαιμονίους ἐφʼ ἑαυτῶν.

εἶτα ἐκήρυττε τοὺς κεραμεῖς ἀνίστασθαι πρῶτον ὡς δὲ ἀνέστησαν οὗτοι, δεύτερον ἐκήρυττε τοὺς χαλκεῖς, εἶτα τέκτονας ἐφεξῆς καὶ οἰκοδόμους καὶ τῶν ἄλλων τεχνῶν ἑκάστην. πάντες οὖν ὀλίγου δεῖν ἀνέστησαν οἱ σύμμαχοι, τῶν δὲ Λακεδαιμονίων οὐδείς· ἀπείρητο

paris.1624.611
γὰρ αὐτοῖς τέχνην ἐργάζεσθαι καὶ μανθάνειν βάναυσον. οὕτω δὴ γελάσας ὁ Ἀγησίλαος, ὁρᾶτε, εἶπεν, ὦ ἄνδρες, ὅσῳ πλείονας ὑμῶν στρατιώτας ἐκπέμπομεν ἡμεῖς.

ἐν δὲ Μεγάροις, ὅτε τὴν στρατιὰν ἀπῆγεν ἐκ Θηβῶν, ἀναβαίνοντος αὐτοῦ πρὸς τὸ ἀρχεῖον εἰς τὴν ἀκρόπολιν, σπάσμα καὶ πόνον ἰσχυρὸν ἔλαβε τὸ ὑγιὲς σκέλος· ἐκ δὲ τούτου διογκωθὲν μεστὸν αἵματος ἔδοξε γεγονέναι, καὶ φλεγμονὴν ὑπερβάλλουσαν παρεῖχεν.

ἰατροῦ δέ τινος Συρακουσίου τὴν ὑπὸ τῷ σφυρῷ φλέβα σχάσαντος, αἱ μὲν ἀλγηδόνες ἔληξαν, αἵματος δὲ πολλοῦ φερομένου καὶ ῥέοντος ἀνεπισχέτως λιποψυχία πολλὴ καὶ κίνδυνος ὀξὺς ἀπʼ αὐτῆς περιέστη τὸν Ἀγησίλαον. οὐ μὴν ἀλλὰ τότε γε τὴν φορὰν τοῦ αἵματος ἔπαυσε· καὶ κομισθεὶς εἰς

p.76
Λακεδαίμονα πολὺν χρόνον ἔσχεν ἀρρώστως καὶ πρὸς τὰς στρατείας ἀδυνάτως.

ἐν δὲ τῷ χρόνῳ τούτῳ πολλὰ συνέβη πταίσματα τοῖς Σπαρτιάταις καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ὧν ἦν τὸ περὶ Τεγύρας μέγιστον, ὅπου πρῶτον ἐκ παρατάξεως κρατηθέντες ὑπὸ Θηβαίων ἡττήθησαν. ἔδοξεν οὖν πᾶσι θέσθαι πρὸς πάντας εἰρήνην· καὶ συνῆλθον ἀπὸ τῆς Ἑλλάδος πρέσβεις εἰς Λακεδαίμονα ποιησόμενοι τὰς διαλύσεις.

ὧν εἷς ἦν Ἐπαμεινώνδας, ἀνὴρ ἔνδοξος ἐπὶ παιδείᾳ καὶ φιλοσοφίᾳ, στρατηγίας δὲ πεῖραν οὔπω δεδωκώς. οὗτος ὁρῶν τοὺς ἄλλους ἅπαντας ὑποκατακλινομένους τῷ Ἀγησιλάῳ, μόνος ἐχρήσατο φρονήματι παρρησίαν ἔχοντι, καὶ διεξῆλθε λόγον, οὐχ ὑπὲρ Θηβαίων, ἀλλὰ ὑπὲρ τῆς Ἑλλάδος ὁμοῦ κοινόν, τὸν μὲν πόλεμον ἀποδεικνύων αὔξοντα τὴν Σπάρτην ἐξ ὧν ἅπαντες οἱ λοιποὶ κακῶς πάσχουσι, τὴν δὲ εἰρήνην ἰσότητι καὶ τῷ δικαίῳ κτᾶσθαι κελεύων οὕτω γὰρ αὐτὴν διαμενεῖν, ἴσων ἁπάντων γενομένων.