Agesilaus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ὁ δὲ Ἀγησίλαος εἰδὼς ἐρῶντα τὸν Ἀρχίδαμον οὐκ ἔπαυσεν ἦν γὰρ ὁ Κλεώνυμος εὐθὺς ἐκ παίδων ἐπίδοξος, εἴ τις καὶ ἄλλος, ἀνὴρ ἔσεσθαι σπουδαῖος. οὐ μὴν ἐνέδωκέ τι τότε χρηστὸν ἢ φιλάνθρωπον ἐλπίσαι δεομένῳ τῷ παιδί, σκέψεσθαι δὲ φήσας ὅ τι καλῶς ἔχοι καὶ πρεπόντως, ἀπῆλθεν.

αἰδούμενος οὖν ὁ Ἀρχίδαμος ἐξέλειπε τὸ προσιέναι τῷ Κλεωνύμῳ, καίπερ εἰωθὼς πολλάκις τοῦτο τῆς ἡμέρας ποιεῖν πρότερον. ἐκ δὲ τούτου κἀκεῖνοι τὰ κατὰ τὸν Σφοδρίαν μᾶλλον ἀπέγνωσαν, ἄχρι οὗ τῶν Ἀγησιλάου φίλων Ἐτυμοκλῆς ἔν τινι κοινολογίᾳ πρὸς αὐτοὺς ἀπεγύμνωσε τὴν γνώμην τοῦ Ἀγησιλάου· τὸ μὲν γὰρ ἔργον ὡς ἔνι μάλιστα ψέγειν αὐτόν, ἄλλως γε μὴν ἄνδρα τὸν Σφοδρίαν ἀγαθὸν ἡγεῖσθαι καὶ τὴν πόλιν ὁρᾶν τοιούτων στρατιωτῶν δεομένην.

τούτους γὰρ ὁ Ἀγησίλαος ἑκάστοτε τοὺς λόγους ἐποιεῖτο περὶ τῆς δίκης, τῷ παιδὶ χαρίζεσθαι βουλόμενος, ὥστε καὶ τὸν Κλεώνυμον εὐθὺς αἰσθάνεσθαι τὴν σπουδὴν τοῦ Ἀρχιδάμου καὶ τοὺς φίλους τοὺς τοῦ Σφοδρίου θαρροῦντας ἤδη βοηθεῖν. ἦν δὲ καὶ φιλότεκνος ὁ Ἀγησίλαος διαφερόντως· καὶ περὶ ἐκείνου τὸ

p.72
τῆς παιδιᾶς λέγουσιν, ὅτι μικροῖς τοῖς παιδίοις οὖσι κάλαμον περιβεβηκὼς ὥσπερ ἵππον οἴκοι συνέπαιζεν, ὀφθεὶς δὲ ὑπό τινος τῶν φίλων παρεκάλει μηδενὶ φράσαι, πρὶν ἂν καὶ αὐτὸς πατὴρ παίδων γένηται.

ἀπολυθέντος δὲ τοῦ Σφοδρίου, καὶ τῶν Ἀθηναίων, ὡς ἐπύθοντο, πρὸς πόλεμον τραπομένων, σφόδρα κακῶς ὁ Ἀγησίλαος ἤκουσε, διʼ ἐπιθυμίαν ἄτοπον καὶ παιδαριώδη δοκῶν ἐμποδὼν γεγονέναι κρίσει δικαίᾳ, καὶ τὴν πόλιν παραίτιον ἀπειργάσθαι παρανομημάτων τηλικούτων εἰς τοὺς Ἕλληνας.

ἐπεὶ δὲ τὸν Κλεόμβροτον οὐχ ἑώρα πρόθυμον ὄντα πολεμεῖν τοῖς Θηβαίοις, οὕτω δὴ χαίρειν τὸν νόμον ἐάσας ᾧ πρόσθεν ἐχρῆτο περὶ τῆς στρατείας, αὐτὸς εἰς Βοιωτίαν ἐνέβαλεν ἤδη καὶ κακῶς ἐποίει τοὺς Θηβαίους καὶ πάλιν ἀντέπασχεν, ὥστε καὶ τρωθέντος αὐτοῦ ποτε τὸν Ἀνταλκίδαν εἰπεῖν· ἦ καλὰ τὰ διδασκάλια παρὰ Θηβαίων ἀπολαμβάνεις, μὴ βουλομένους μηδὲ ἐπισταμένους μάχεσθαι διδάξας.

τῷ γὰρ ὄντι Θηβαίους αὐτοὺς ἑαυτῶν πολεμικωτάτους τότε γενέσθαι φασί, ταῖς πολλαῖς στρατείαις τῶν Λακεδαιμονίων ἐπʼ αὐτοὺς ὥσπερ ἐγγυμνασαμένους, διὸ καὶ Λυκοῦργος ὁ παλαιὸς ἐν ταῖς καλουμέναις τρισὶ ῥήτραις ἀπεῖπε μὴ πολλάκις ἐπὶ τοὺς αὐτοὺς στρατεύειν, ὅπως μὴ πολεμεῖν μανθάνωσιν. ἦν δὲ καὶ τοῖς συμμάχοις τῶν Λακεδαιμονίων

p.74
ἐπαχθὴς ὁ Ἀγησίλαος, ὡς διʼ οὐδὲν ἔγκλημα δημόσιον, ἀλλὰ θυμῷ τινι καὶ φιλονεικίᾳ τοὺς Θηβαίους ἀπολέσαι ζητῶν.