Agesilaus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ὁρῶν οὖν ὁ Ἀγησίλαος ὑπερφυῶς ἀγαμένους καὶ προσέχοντας αὐτῷ τοὺς Ἕλληνας, ἠρώτησεν εἰ νομίζει δίκαιον εἶναι καὶ ἴσον αὐτονομεῖσθαι τὴν Βοιωτίαν. ἀντερωτήσαντος δὲ τοῦ Ἐπαμεινώνδου ταχὺ καὶ τεθαρρηκότως εἰ κἀκεῖνος οἴεται δίκαιον αὐτονομεῖσθαι τὴν Λακωνικήν, ἀναπηδήσας ὁ Ἀγησίλαος μετʼ ὀργῆς ἐκέλευσε λέγειν σαφῶς αὐτὸν εἰ τὴν Βοιωτίαν ἀφίησιν αὐτόνομον.

τὸ δὲ αὐτὸ τοῦτο πάλιν τοῦ Ἐπαμεινώνδου φήσαντος, εἰ τὴν Λακωνικὴν

p.78
ἀφίησιν αὐτόνομον, οὕτω τραχέως ἔσχεν ὁ Ἀγησίλαος καὶ τὴν πρόφασιν ἠγάπησεν ὡς εὐθὺς ἐξαλεῖψαι τὸ τῶν Θηβαίων ὄνομα τῆς εἰρήνης καὶ προειπεῖν πόλεμον αὐτοῖς τοὺς δὲ ἄλλους Ἕλληνας διαλλαγέντας ἐκέλευσεν ἀπιέναι, τὰ μὲν ἀκεστὰ τῆς εἰρήνης, τὰ δὲ ἀνήκεστα τοῦ πολέμου ποιοῦντας. ἔργον γὰρ ἦν πάσας ἐκκαθᾶραι καὶ διαλῦσαι τὰς ἀμφιλογίας.

ἔτυχε δὲ κατʼ ἐκεῖνον τὸν χρόνον ἐν Φωκεῦσιν ὢν ὁ Κλεόμβροτος μετὰ δυνάμεως, εὐθὺς οὖν ἔπεμπον οἱ ἔφοροι κελεύοντες αὐτὸν ἐπὶ Θηβαίους ἄγειν τὸ στράτευμα· καὶ τοὺς συμμάχους περιπέμποντες ἤθροιζον, ἀπροθύμους μὲν ὄντας καὶ βαρυνομένους τὸν πόλεμον, οὔπω δὲ θαρροῦντας ἀντιλέγειν οὐδὲ ἀπειθεῖν τοῖς Λακεδαιμονίοις.

paris.1624.612

πολλῶν δὲ σημείων μοχθηρῶν γενομένων, ὡς ἐν τῷ περὶ Ἐπαμεινώνδου γέγραπται, καὶ Προθόου τοῦ Λάκωνος ἐναντιουμένου πρὸς τὴν στρατείαν, οὐκ ἀνῆκεν ὁ Ἀγησίλαος, ἀλλʼ ἐξέπραξε τὸν πόλεμον, ἐλπίζων αὐτοῖς μὲν τῆς Ἑλλάδος ὅλης ὑπαρχούσης, ἐκσπόνδων δὲ τῶν Θηβαίων γενομένων, καιρὸν εἶναι δίκην λαβεῖν παρʼ αὐτῶν.

δηλοῖ δὲ τὸ σὺν ὀργῇ μᾶλλον ἢ λογισμῷ γενέσθαι τὴν στρατείαν ἐκείνην ὁ καιρός, τῇ γὰρ τετράδι ἐπὶ δέκα τοῦ Σκιροφοριῶνος μηνὸς ἐποιήσαντο τὰς σπονδὰς ἐν Λακεδαίμονι, τῇ δὲ πέμπτῃ τοῦ Ἑκατομβαιῶνος ἡττήθησαν ἐν Λεύκτροις ἡμερῶν εἴκοσι διαγενομένων. ἀπέθανον δὲ χίλιοι Λακεδαιμονίων καὶ Κλεόμβροτος ὁ βασιλεὺς καὶ περὶ αὐτὸν οἱ κράτιστοι

p.80
τῶν Σπαρτιατῶν.

ἐν οἷς καὶ Κλεώνυμόν φασι τὸν Σφοδρίου τὸν καλὸν τρὶς πεσόντα πρὸ τοῦ βασιλέως καὶ τοσαυτάκις ἐξαναστάντα καὶ μαχόμενον τοῖς Θηβαίοις ἀποθανεῖν.