Sertorius
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
τῶν οὖν βαρβάρων, ὁσάκις φόβῳ πολέμου καταδύντες εἰς τὰ σπήλαια καὶ τὴν λείαν εἴσω συναγαγόντες ἀτρεμοῖεν, ὄντων ἀλήπτων ὑπὸ βίας, τόν δὲ Σερτώριον τότε διακεκριμένον ἀπὸ τοῦ Μετέλλου καὶ καταστρατοπεδεύσαντα παρὰ τόν λόφον ὑπερφρονούντων ὡς κεκρατημένον, εἴτε ὑπʼ ὀργῆς ἐκεῖνος εἴτε μὴ δοκεῖν φεύγειν βουλόμενος ἅμʼ ἡμέρᾳ προσελάσας κατεσκέπτετο τόν τόπον.
οὐδαμόθεν δὲ προσβολὴν ἔχοντος, ἄλλως ἀλύων καὶ κεναῖς χρώμενος ἀπειλαῖς ὁρᾷ τῆς γῆς ἐκείνης κονιορτὸν ἄνω πολὺν ὑπὸ πνεύματος ἐπʼ αὐτούς φερόμενον. τέτραπται μὲν γὰρ, ὡς ἔφην, τὰ σπήλαια πρὸς βορέαν, ὁ δὲ ἀπὸ τῆς ἄρκτου πνέων[*](πνέων Van Herwerden: ῥέων.) ἄνεμος, Καικίαν ἔνιοι καχοῦσιν, ἐπέχει μάλιστα καὶ πλεῖστός ἐστι τῶν ἐκεῖ πνευμάτων, ἐξ ὑγρῶν πεδίων καὶ νιφοβόλων συμφυσώμενος ὀρῶν· τότε δὲ καὶ θέρους ἀκμάζοντος ἰσχύων καὶ τρεφόμενος τῇ τῶν ὑπαρκτίων ἀνέσει πάγων ἥδιστος ἐπέπνει καὶ κατεῖχεν αὐτούς τε καὶ βοτὰ διʼ ἡμέρας ἀναψύχων.
ταῦτα δὴ συλλογιζόμενος ὁ Σερτώριος καὶ παρὰ τῶν ἐγχωρίων ἀκούων, ἐκέλευσε τοὺς στρατιώτας τῆς ἀραιᾶς καὶ τεφρώδους γῆς ἐκείνης ἀποσπῶντας καὶ παραφέροντας καταντικρὺ τοῦ λόφου θῖνα ποιεῖν, ἣν οἱ βάρβαροι χώματος ἐπʼ αὐτούς εἶναι κατασκευὴν ὑπονοοῦντες ἐχλεύαζον.
τότε μὲν οὖν ἐργασαμένους τοὺς στρατιώτας ἄχρι