Sertorius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

βουλόμενος δὲ καὶ τὴν ἀθυμίαν ἀφελεῖν, μεθʼ ἡμέρας ὀλίγας πάνδημον ἐκκλησίαν ἀθροίσας ἵππους εἰσήγαγε δύο, τὸν μὲν ἀσθενῆ τελέως καὶ πρεσβύτερον ἤδη, τὸν δὲ ἕτερον εὐμεγέθη μὲν αὐτὸν καὶ ἰσχυρόν, θαυμαστὴν δὲ πυκνότητι καὶ κάλλει τριχῶν οὐρὰν ἔχοντα, παρειστήκει δὲ τῷ μὲν ἀσθενεῖ μέγας

p.42
ἀνὴρ καὶ ῥωμαλέος, τῷ δὲ ἰσχυρῷ μικρὸς ἕτερος καὶ τὴν ὄψιν εὐκαταφρόνητος, σημείου δὲ δοθέντος αὐτοῖς ὁ μὲν ἰσχυρὸς ἀμφοτέραις ταῖς χερσὶ τοῦ ἵππου τὴν κέρκον ὡς ἀπορρήξων εἷλκε βίᾳ πρὸς αὑτόν, ὁ δὲ ἀσθενὴς τοῦ ἰσχυροῦ κατὰ μίαν τῶν τριχῶν ἐξέτιλλεν.

ἐπεὶ δὲ ὁ μὲν οὐκ ὀλίγα πράγματα μάτην ἑαυτῷ καὶ πολὺν γέλωτα τοῖς θεωμένοις παρασχὼν ἀπεῖπεν, ὁ δὲ ἀσθενὴς ἀκαρεὶ καὶ σὺν οὐδενὶ πόνῳ ψιλὴν τριχῶν ἀπέδειξε τὴν οὐράν, ἀναστὰς ὁ Σερτώριος, ὁρᾶτε, εἶπεν, ἄνδρες σύμμαχοι, τὴν ἐπιμονὴν ἀνυσιμωτέραν τῆς βίας οὖσαν, καὶ πολλὰ τῶν ἁθρόως ἀλήπτων ἐνδιδόντα τῷ κατὰ μικρόν.

ἄμαχον γὰρ τὸ ἐνδελεχές, ᾧ πᾶσαν ἐπιὼν ὁ χρόνος αἱρεῖ καὶ κατεργάζεται δύναμιν, εὐμενὴς ὢν σύμμαχος τοῖς δεχομένοις λογισμῷ τὸν καιρὸν αὐτοῦ, τοῖς δὲ ἀκαίρως ἐπειγομένοις πολεμιώτατος. τοιαῦτα μὲν ὁ Σερτώριος ἑκάστοτε πλέκων παραμύθια τοῖς βαρβάροις διεπαιδαγώγει τὸν καιρόν.

οὐδενὸς δὲ ἧττον αὐτοῦ τῶν πολεμικῶν ἔργων ἐθαυμάσθη τὸ περὶ τοὺς λεγομένους Χαρακιτανούς. εἰσὶ δὲ δῆμος ὑπὲρ τόν Ταγώνιον ποταμόν, οὐκ ἄστεσιν οὐδὲ κώμαις ἐνοικοῦντες, ἀλλὰ λόφος ἐστὶν εὐμεγέθης καὶ ὑψηλός ἄντρα καὶ κοιλώματα πετρῶν βλέποντα πρὸς βορέαν περιέχων, ἡ δʼ ὑποκειμένη πᾶσα χώρα πηλὸν ἀργιλώδη καὶ γῆν ὑπὸ χαυνότητος εὔθρυπτον

p.44
ἀναδίδωσιν, οὔτε τοὺς ἐπιβαίνοντας ἀνέχεσθαι καρτεράν, καὶ μικρὸν ἁψαμένων, ὥσπερ ἄσβεστον ἢ τέφραν, ἐπὶ πολὺ διαχεομένην.