Sertorius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἡ δʼ ὑπολαμβάνουσα πᾶν τὸ θρυπτόμενον καὶ κινούμενον ἄνω προσέβαλλε τοῖς οἰκήμασι τῶν βαρβάρων, κατὰ θύρας δεχομένοις τόν Καικίαν, οἱ δέ, ἅτε δὴ τῶν σπηλαίων μίαν ἐκείνην ἀναπνοὴν ἐχόντων ᾗ τὸ πνεῦμα προσέπιπτε, ταχὺ μὲν ἀπεσκοτοῦντο τὰς ὄψεις, ταχὺ δʼ ἀνεπίμπλαντο πνιγώδους ἄσθματος, τραχὺν ἀέρα καὶ πολλῇ κόνει συμπεφυρμένον ἕλκοντες.

ὅθεν ἡμέρας δύο μόλις ἀνασχόμενοι τῇ τρίτῃ παρέδωκαν ἑαυτούς, οὐ τοσοῦτον Σερτωρίῳ δυνάμεως ὅσον δόξης προσθέντες, ὡς τὰ διʼ ὃπλων ἀνάλωτα σοφίᾳ κατεργασαμένῳ.

μέχρι μὲν οὖν τοῖς περὶ Μέτελλον ἐπολέμει, τὰ πλεῖστα κατευτυχεῖν ἐδόκει, γήρᾳ καὶ φυσικῇ βραδυτῆτι τοῦ Μετέλλου πρὸς ἄνδρα τολμητὴν καὶ λῃστρικῆς μᾶλλον ἢ στρατιωτικῆς ἡγούμενον δυνάμεως οὐκ ἀναφέροντος· ἐπεὶ δὲ καὶ Πομπηΐῳ τὴν Πυρήνην ὑπερβαλόντι παραστρατοπεδεύσας, καὶ πᾶσαν ἅμα μὲν διδοὺς, ἅμα δὲ λαμβάνων στρατηγικῶν παλαισμάτων πεῖραν, ἀντιτεχνώμενός τε καὶ φυλαττόμενος πλεῖον εἶχε, κομιδῇ διεβοήθη μέχρι Ῥώμης ὡς δεινότατος ὢν

p.48
πόλεμον μεταχειρίσασθαι τῶν τότε στρατηγῶν.

οὐ γάρ τι μικρὸν ἦν τὸ Πομπηΐου κλέος, ἀλλʼ ἤνθει τότε μάλιστα πρὸς δόξαν ἐκ τῶν περὶ Σύλλαν ἀνδραγαθημάτων, ἐφʼ οἷς καὶ Μᾶγνος ὑπʼ αὐτοῦ, τουτέστι Μέγας, ἐπωνομάσθη τιμῶν τε θριαμβικῶν οὔπω γενειῶν ἔτυχεν. ὅθεν καὶ πολλαὶ τῶν ὑπὸ Σερτωρίῳ πόλεων ἀποβλέψασαι πρὸς αὐτὸν ὁρμὴν μεταβολῆς ἔσχον, εἶτα ἐπαύσαντο, τοῦ περὶ Λαύρωνα πάθους παρὰ πᾶσαν ἐλπίδα συμβάντος.