Sertorius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ὁ δὲ τούτων μὲν, εὖ ποιῶν, κατεγέλα· στρατηγοῦ γὰρ, ὡς ἔφη Θεόφραστος, δεῖ θάνατον ἀποθνῄσκειν τὸν στρατηγόν, οὐ πελταστοῦ τοῦ τυχόντος, ὁρῶν δὲ τοὺς Λαγγοβρίγας οὐ μικρὰ τῷ Σερτωρίῳ συλλαμβανομένους, δίψῃ δὲ ὄντας εὐαλώτους ἓν γὰρ ἦν αὐτοῖς φρέαρ ἐν τῇ πόλει, τῶν δʼ ἐν τοῖς προαστείοις καί παρὰ τὰ τείχη ναμάτων ὁ πολιορκῶν ἐπικρατεῖν ἔμελλεν, ἧκεν ἐπὶ τὴν πόλιν ὡς ἡμέραις δυσὶ συναιρήσων τὴν πολιορκίαν, ὕδατος οὐκ ὄντος. διὸ καί πέντε ἡμερῶν ἐπιφέρεσθαι σιτία μόνον προείρητο τοῖς στρατιώταις.

ὁ Σερτώριος δʼ ὀξέως βοηθήσας ἐκέλευσε δισχιλίους ἀσκοὺς ὕδατος ἐμπλῆσαι, καθʼ ἕκαστον ἀσκὸν ἀργύριον συχνὸν τάξας. καί πολλῶν μὲν Ἰβήρων, πολλῶν δὲ Μαυρουσίων ὑφισταμένων τὸ ἔργον, ἐπιλεξάμενος ἄνδρας εὐρώστους ἅμα καί

p.36
ποδώκεις ἔπεμψε διὰ τῆς ὀρεινῆς, κελεύσας, ὅταν παραδῶσι τοὺς ἀσκοὺς τοῖς ἐν τῇ πόλει, τὸν ἄχρηστον ὑπεξαγαγεῖν ὄχλον, ὅπως ἐξαρκῇ τοῖς ἀμυνομένοις τὸ ποτόν.