Sertorius
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
μέθης μὲν γὰρ οὐδὲ ῥᾳθυμῶν ἥπτετο, πόνους δὲ μεγάλους καί μακρὰς ὁδοιπορίας καί συνεχεῖς ἀγρυπνίας ὀλίγοις εἴθιστο καί φαύλοις ἀρκούμενος σιτίοις διαφέρειν, πλάνοις δὲ χρώμενος ἀεὶ καί κυνηγεσίοις ὁπότε σχολάζοι, πάσης διεκδύσεως
p.34
φεύγοντι καί διώκοντι κυκλώσεως ἀβάτων τε καί βασίμων τόπων ἐμπειρίαν προσειλήφει. διὸ τῷ μὲν εἰργομένῳ μάχης ὅσα νικώμενοι πάσχουσιν ἄνθρωποι βλάπτεσθαι συνέβαινεν, ὁ δὲ τῷ φεύγειν εἶχε τὰ τῶν διωκόντων.καί γὰρ ὑδρείας ἀπέκοπτε καί σιτολογίας εἶργε, καί προϊόντι μὲν ἐκποδὼν ἦν, ἐκίνει δὲ ἱδρυνθέντα, πολιορκοῦντι δὲ ἄλλους ἐπιφαινόμενος ἀντεπολιόρκει ταῖς τῶν ἀναγκαίων ἀπορίαις, ὥστε τοὺς στρατιώτας ἀπαγορεύειν, καί τοῦ Σερτωρίου μονομαχῆσαι προκαλουμένου τὸν Μέτελλον, βοᾶν καί κελεύειν μάχεσθαι στρατηγὸν στρατηγῷ καί Ῥωμαῖον Ῥωμαίῳ, ἀναδυόμενον δὲ χλευάζειν.