Sertorius
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
ἐκπύστου δὲ τούτου γενομένου πρὸς τὸν Μέτελλον, ἤχθετο μὲν ἤδη τὰ ἐπιτήδεια τῶν στρατιωτῶν ὑπαναλωκότων, ἐξέπεμψε
paris.1624.575
δὲ ἐπὶ σιτολογίαν Ἀκυῗνον ἑξακισχιλίων ἡγούμενον. αἰσθόμενος δὲ ὁ Σερτώριος καί προλοχίσας τὴν ὁδόν ἐπανερχομένῳ τῷ Ἀκυΐνῳ τρισχιλίους ἄνδρας ἔκ τινος συσκίου χαράδρας ἐπανίστησιν, αὐτὸς δὲ κατὰ στόμα προσβαλὼν τρέπεται, καί τοὺς μὲν διαφθείρει, τοὺς δὲ λαμβάνει ζῶντας. Ἀκυῗνον δὲ μετὰ τῶν ὅπλων καί τὸν ἵππον ἀποβεβληκότα δεξάμενος Μέτελλος αἰσχρῶς ἀπῄει, πολλὰ χλευαζόμενος ὑπὸ τῶν Ἰβήρων. ἔκ τε δὴ τούτων θαυμαζόμενος ἠγαπᾶτο παρὰ τοῖς βαρβάροις ὁ Σερτώριος, καὶ ὅτι Ῥωμαϊκοῖς ὁπλισμοῖς καὶ τάξεσι καὶ συνθήμασιν ἀφαιρῶν τὸ μανικὸν καὶ θηριῶδες αὑτῶν τῆς ἀλκῆς ἀντὶ λῃστηρίου μεγάλου στρατὸν ἐποιεῖτο τὴν δύναμιν.