Caius Marcius Coriolanus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

καίτοι παρὰ τῆς πατρίδος ἤδη μεγάλας δίκας ἀπείληφας, τῇ μητρὶ δʼ οὐδεμίαν χάριν ἀποδέδωκας. ἦν μὲν οὖν ὁσιώτατον ἄνευ τινὸς ἀνάγκης τυχεῖν με παρὰ σοῦ δεομένην οὕτω καλῶν καὶ δικαίων μὴ πείθουσα δὲ τί φείδομαι τῆς ἐσχάτης ἐλπίδος ; καὶ ταῦτʼ εἰποῦσα προσπίπτει τοῖς ποσὶν αὐτοῦ μετὰ τῆς γυναικὸς ἅμα καὶ τῶν τέκνων.

ὁ δὲ Μάρκιος ἀναβοήσας· οἷα εἴργασαί με, ὦ μῆτερ , ἐξανίστησιν αὐτὴν, καὶ τὴν δεξιὰν πιέσας σφόδρα· νενίκηκας, εἶπεν, εὐτυχῆ μὲν τῇ πατρίδι νίκην, ἐμοὶ δʼ ὀλέθριον· ἄπειμι γὰρ ὑπὸ σοῦ μόνης ἡττώμενος. τοῦτο δʼ εἰπὼν, καὶ βραχέα τῇ μητρὶ καὶ τῇ γυναικὶ διαλεχθεὶς ἰδίᾳ, τὰς μὲν ἀπέπεμψεν εἰς Ῥώμην πάλιν αὐτὰς δεομένας, τῆς δὲ νυκτὸς παρελθούσης ἀπήγαγεν Οὐολούσκους, οὐ τὸν αὐτὸν τρόπον οὐδʼ ὁμοίως διακειμένους ἅπαντας.

οἱ μὲν γὰρ ἐμέμφοντο καὶ τὸν ἄνδρα καὶ τὴν πρᾶξιν, οἱ δὲ οὐδέτερα, πρὸς διάλυσιν καὶ εἰρήνην οἰκείως ἔχοντες, ἔνιοι δὲ δυσχεραίνοντες τὰ πραττόμενα τὸν Μάρκιον ὅμως οὐ πονηρὸν ἐνόμιζον, ἀλλὰ συγγνωστόν ἐπικλασθέντα τηλικαύταις ἀνάγκαις. ἀντεῖπε

p.210
δʼ οὐδείς, ἀλλὰ πάντες εἵποντο, τὴν ἀρετὴν μᾶλλον αὐτοῦ θαυμάζοντες ἢ τὴν ἐξουσίαν.