Caius Marcius Coriolanus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ἄδηλος δʼ ὢν ὁ πόλεμος τοῦτʼ ἔχει πρόδηλον, ὅτι σοὶ νικῶντι μὲν ἀλάστορι τῆς πατρίδος εἶναι περίεστιν, ἡττώμενος δὲ δόξεις ὑπʼ ὀργῆς εὐεργέταις ἀνδράσι καὶ φίλοις τῶν μεγίστων συμφορῶν αἴτιος γεγονέναι.

ταῦτα τῆς Οὐολουμνίας λεγούσης ὁ Μάρκιος ἠκροᾶτο μηδὲν ἀποκρινόμενος, ἐπεὶ δὲ καὶ παυσαμένης εἱστήκει σιωπῶν πολὺν χρόνον, αὖθις ἡ Οὐολουμνία· τί σιγᾷς, εἶπεν, ὦ παῖ; πότερον ὀργῇ καὶ μνησικακίᾳ πάντα συγχωρεῖν καλόν, οὐ καλὸν δὲ μητρὶ χαρίσασθαι δεομένῃ

p.208

περὶ τηλικούτων; ἡ τὸ μεμνῆσθαι πεπονθότα κακῶς ἀνδρὶ μεγάλῳ προσήκει, τὸ δʼ εὐεργεσίας, αἷς εὐεργετοῦνται παῖδες ὑπὸ τῶν τεκόντων, σέβεσθαι καὶ τιμᾶν οὐκ ἀνδρὸς ἔργον ἐστὶ μεγάλου καὶ ἀγαθοῦ; καὶ μὴν οὐδενὶ μᾶλλον ἔπρεπε τηρεῖν χάριν ὡς σοί, πικρῶς οὕτως ἀχαριστίαν ἐπεξιόντι.