Caius Marcius Coriolanus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
ὁ δὲ Ῥωμαίων δῆμος ἐν ὅσῳ φόβῳ καί κινδύνῳ καθειστήκει τοῦ πολέμου παρόντος, αἴσθησιν παρέσχε μᾶλλον λυθέντος. ἅμα γὰρ ἀφεώρων τοὺς Οὐολούσκους ἀναζευγνύοντας οἱ περὶ τὰ τείχη, καί πᾶν εὐθὺς ἱερὸν ἀνεῴγει στεφανηφορούντων ὥσπερ ἐπὶ νίκῃ καί θυόντων. μάλιστα δὲ τῇ περὶ τὰς γυναῖκας ἀγαπήσει καί τιμῇ τῆς τε βουλῆς τοῦ τε πλήθους ἅπαντος ἔνδηλος ἦν ἡ χαρὰ τῆς πόλεως, καί λεγόντων καί νομιζόντων γεγονέναι τῆς σωτηρίας περὶφανῶς ἐκείνας αἰτίας.
ψηφισαμένης δὲ τῆς βουλῆς, ὅ τι ἂν αὑταῖς ἀξιώσωσι γενέσθαι πρὸς δόξαν ἢ χάριν, τοῦτο ποιῆσαι καί παρασχεῖν τοὺς ἄρχοντας, οὐδὲν ἠξίωσαν ἄλλο ἢ Τύχης γυναικείας ἱερὸν ἱδρύσασθαι, τὸ μὲν ἀνάλωμα συμβαλόμεναι παρʼ αὑτῶν, ἱερουργίας δὲ καί τιμὰς, ὅσαι θεοῖς πρέπουσι, δημοσίᾳ τῆς πόλεως ἀναλαβούσης.
ἐπεὶ δὲ ἡ βουλὴ τὴν μὲν φιλοτιμίαν