Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- καὶ σῆς γυναικὸς οἶστρον ἢ τρόπον τινὰ
- γενναιότητα· τῆς γὰρ ἐχθίστης θεῶν
- ἡμῖν, ὅσαισι παρθένειος ἡδονή,
- δηχθεῖσα κέντροις παιδὸς ἠράσθη σέθεν.
- γνώμῃ δὲ νικᾶν τὴν Κύπριν πειρωμένη
- τροφοῦ διώλετ’ οὐχ ἑκοῦσα μηχαναῖς,
- ἣ σῷ δι’ ὅρκων παιδὶ σημαίνει νόσον.
- ὃ δ’, ὥσπερ ὢν δίκαιος, οὐκ ἐφέσπετο
- λόγοισιν, οὐδ’ αὖ πρὸς σέθεν κακούμενος
- ὅρκων ἀφεῖλε πίστιν, εὐσεβὴς γεγώς.
- ἣ δ’ εἰς ἔλεγχον μὴ πέσῃ φοβουμένη
- ψευδεῖς γραφὰς ἔγραψε καὶ διώλεσεν
- δόλοισι σὸν παῖδ’· ἀλλ’ ὅμως ἔπεισέ σε.
- οἴμοι.
- δάκνει σε, Θησεῦ, μῦθος; ἀλλ’ ἔχ’ ἥσυχος,
- τοὐνθένδ’ ἀκούσας ὡς ἂν οἰμώξῃς πλέον.
- ἆρ’ οἶσθα πατρὸς τρεῖς ἀρὰς ἔχων σαφεῖς;
- ὧν τὴν μίαν παρεῖλες, ὦ κάκιστε σύ,
- ἐς παῖδα τὸν σόν, ἐξὸν εἰς ἐχθρόν τινα.