Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- πατὴρ μὲν οὖν σοι πόντιος φρονῶν καλῶς
- ἔδωχ’ ὅσονπερ χρῆν, ἐπείπερ ᾔνεσεν·
- σὺ δ’ ἔν τ’ ἐκείνῳ κἀν ἐμοὶ φαίνῃ κακός,
- ὃς οὔτε πίστιν οὔτε μάντεων ὄπα
- ἔμεινας, οὐκ ἤλεγξας, οὐ χρόνῳ μακρῷ
- σκέψιν παρέσχες, ἀλλὰ θᾶσσον ἤ σ’ ἐχρῆν
- ἀρὰς ἀφῆκας παιδὶ καὶ κατέκτανες.
- δέσποιν’, ὀλοίμην.
- δείν’ ἔπραξας, ἀλλ’ ὅμως
- ἔτ’ ἔστι καί σοι τῶνδε συγγνώμης τυχεῖν·
- Κύπρις γὰρ ἤθελ’ ὥστε γίγνεσθαι τόδε,
- πληροῦσα θυμόν. θεοῖσι δ’ ὧδ’ ἔχει νόμος·
- οὐδεὶς ἀπαντᾶν βούλεται προθυμίᾳ
- τῇ τοῦ θέλοντος, ἀλλ’ ἀφιστάμεσθ’ ἀεί.
- ἐπεί, σάφ’ ἴσθι, Ζῆνα μὴ φοβουμένη
- οὐκ ἄν ποτ’ ἦλθον ἐς τόδ’ αἰσχύνης ἐγὼ
- ὥστ’ ἄνδρα πάντων φίλτατον βροτῶν ἐμοὶ
- θανεῖν ἐᾶσαι. τὴν δὲ σὴν ἁμαρτίαν
- τὸ μὴ εἰδέναι μὲν πρῶτον ἐκλύει κάκης·