Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἄνδρας τε· συμπάντων βασιληίδα τιμάν,
- Κύπρι, τῶνδε μόνα κρατύνεις.
- σὲ τὸν εὐπατρίδην Αἰγέως κέλομαι
- παῖδ’ ἐπακοῦσαι·
- Λητοῦς δὲ κόρη σ’ Ἄρτεμις αὐδῶ.
- Θησεῦ, τί τάλας τοῖσδε συνήδῃ,
- παῖδ’ οὐχ ὁσίως σὸν ἀποκτείνας,
- ψευδέσι μύθοις ἀλόχου πεισθεὶς
- ἀφανῆ; φανερὰν δ’ ἔσχεθες ἄτην.
- πῶς οὐχ ὑπὸ γῆς τάρταρα κρύπτεις
- δέμας αἰσχυνθείς,
- ἢ πτηνὸς ἄνω μεταβὰς βίοτον
- πήματος ἔξω πόδα τοῦδ’ ἀνέχεις;
- ὡς ἔν γ’ ἀγαθοῖς ἀνδράσιν οὔ σοι
- κτητὸν βιότου μέρος ἐστίν.
- ἄκουε, Θησεῦ, σῶν κακῶν κατάστασιν·
- καίτοι προκόψω γ’ οὐδέν, ἀλγυνῶ δέ σε.
- ἀλλ’ ἐς τόδ’ ἦλθον, παιδὸς ἐκδεῖξαι φρένα
- τοῦ σοῦ δικαίαν, ὡς ὑπ’ εὐκλείας θάνῃ,