Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. οἶνος ὦ φίλε παῖ λέγεται καὶ ἀλάθεα·
  2. κἄμμε χρὴ μεθύοντας ἀλαθέας ἔμμεναι.
  3. κἤγω μὲν τὰ φρενῶν ἐρέω κέατʼ ἐν μυχῷ.
  4. οὐκ ὄλας φιλέειν μʼ ἐθέλησθʼ ἀπὸ καρδίας.
  5. γινώσκω· τὸ γὰρ ἅμισυ τᾶς ζοΐας ἔχω
  6. ζὰ τὰν σὰν ἰδέαν, τὸ δὲ λοιπὸν ἀπώλετο.
  7. χὥτα μὲν σὺ θέλῃς, μακάρεσσιν ἴσαν ἄγω
  8. ἁμέραν· ὅτα δʼ οὐκ ἐθέλῃς τύ, μάλʼ ἐν σκότῳ.
  9. πῶς ταῦτʼ ἄρμενα, τὸν φιλέοντʼ ἀνίαις δίδων;
  10. ἀλλʼ εἴ μοί τι πίθοιο νέος προγενεστέρῳ,
  11. τῷ κε λώιον αὔτος ἔχων ἔμʼ ἐπαινέσαις,
  12. ποίησαι καλίαν μίαν εἰν ἑνὶ δενδρίῳ,
  13. ὅππῃ μηδὲν ἀπίξεται ἄγριον ὄρπετον.
  14. νῦν δὲ τῶδε μὲν ἄματος ἄλλον ἔχης κλάδον,
  15. ἄλλον δʼ αὔριον, ἐξ ἑτέρω δʼ ἕτερον μάτης·
  16. καἰ μέν σευ τὸ κάλον τις ἴδων ῥέθος αἰνέσαι,
  17. 172
  18. τῷ δʼ εὔθυς πλέον ἢ τριέτης ἐγένευ φίλος,
  19. τὸν πρῶτον δὲ φιλεῦντα τρίταιον ἐθήκαο.
  20. ἄνδρων τῶν ὑπερανορέων δοκίμοις πνέειν.
  21. φίλη δʼ, ἇς κʼ ἔτʼ ἔῃς, τὸν ὕμοιον ἔχην ἄει.