Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. αἰ γὰρ ὧδε πόῃς, ἄγαθος μὲν ἀκούσεαι
  2. ἐξ ἄστων· ὁ δέ τοί κʼ Ἔρος οὐ χαλέπως ἔχοι,
  3. ὃς ἄνδρων φρένας εὐμαρέως ὑποδάμναται,
  4. κἤμε μάλθακον ἐξ ἐπόησε σιδαρίω.
  5. ἀλλὰ πὲρ ἀπάλω στύματός σε πεδέρχομαι
  6. ὀμνάσθην, ὅτι πέρυσιν ἦσθα νεώτερος,
  7. χὥτι γηραλέοι πέλομες πρὶν ἀποπτύσαι
  8. καὶ ῥύσοι, νεότατα δʼ ἔχην παλινάγρετον
  9. οὐκ ἔστι· πτέρυγας γὰρ ἐπομμαδίαις φόρη,
  10. κἄμμες βαρδύτεροι τὰ ποτήμενα συλλάβην.
  11. ταῦτα χρὴ νοέοντα πέλην ποτιμώτερον,
  12. καί μοι τὠραμένῳ συνέραν ἀδόλως σέθεν,
  13. ὅπως, ἁνίκα τὰν γένυν ἀνδρεΐαν ἔχῃς,
  14. ἀλλάλοισι πελώμεθʼ Ἀχιλλέϊοι φίλοι.
  15. αἰ δὲ ταῦτα φέρην ἀνέμοισιν ἐπιτρόπῃς,
  16. ἐν θύμῳ δὲ λέγῃς τί με δαιμόνιʼ ἐνόχλης;
  17. νῦν μὲν κἠπὶ τὰ χρύσεα μᾶλʼ ἔνεκεν σέθεν
  18. βαίην καὶ φύλακον νεκύων πεδὰ Κέρβερον,
  19. τότα δʼ οὐδὲ καλεῦντος ἐπʼ αὐλεΐαις θύραις
  20. προμόλοιμί κε παυσάμενος χαλέπω πόθω.