Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. ὅπως ξέννον ἔμον τέρψομʼ ἴδων κἀντιφιλήσομεν,
  2. Νικίαν, Χαρίτων ἰμεροφώνων ἴερον φύτον,
  3. καὶ σὲ τὰν ἐλέφαντος πολυμόχθω γεγενημέναν
  4. δῶρον Νικιάας εἰς ὀλόχω χέρρας ὀπάσσομεν,
  5. σὺν τᾷ πόλλα μὲν ἔργʼ ἐκτελέσεις ἀνδρεΐοις πέπλοις,
  6. πόλλα δʼ οἷα γύναικες φορέοισʼ ὐδάτινα βράκη.
  7. δὶς γὰρ μάτερες ἄρνων μαλάκοις ἐν βοτάνᾳ πόκοις
  8. πέξαιντʼ αὐτοένει, Θευγένιδός γʼ ἔνεκʼ ἐυσφύρω·
  9. οὕτως ἀνυσίεργος, φιλέει δʼ ὅσσα σαόφρονες.
  10. οὐ γὰρ εἰς ἀκίρας οὐδʼ ἐς ἀέργω κεν ἐβολλόμαν
  11. ὀπάσσαι σε δόμοις ἀμμετέρας ἔσσαν ἀπὺ χθόνος.
  12. καὶ γάρ τοι πάτρις, ἃν ὡξ Ἐφύρας κτίσσέ ποτʼ Ἀρχίας
  13. νάσω Τρινακρίας μύελον, ἄνδρων δοκίμων πόλιν.
  14. νῦν μὰν οἶκον ἔχοισʼ ἄνερος, ὃς πόλλʼ ἐδάη σόφα
  15. ἀθρώποισι νόσοις φάρμακα λύγραις ἀπαλαλκέμεν,
  16. οἰκήσεις κατὰ Μίλλατον ἐράνναν πεδʼἸαόνων,
  17. 171
  18. ὡς εὐαλάκατος Θεύγενις ἐν δαμότισιν πέλῃ,
  19. καί οἱ μνᾶστιν ἄει τῶ φιλαοίδω παρέχῃς ξένω.
  20. κῆνο γάρ τις ἔρει τὤπος ἴδων σʼ· ἦ μεγάλα χάρις
  21. δώρῳ σὺν ὀλίγῳ· πάντα δὲ τίματα τὰ πὰρ φίλων.