Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. ᾔδει δʼ, ᾧ τε χρὴ χαλεπαινέμεν ᾧ τε καὶ οὐκί,
  2. οὐκ ἄν οἱ θηρῶν τις ἐδήρισεν περὶ τιμῆς·
  3. νῦν δὲ λίην ζάκοτόν τε καὶ ἀρρηνὲς γένετʼ αὔτως.
  4. Ἦ ῥα, καὶ ἐσσυμένως ποτὶ ταὐλίον ἷξον ἰόντες.
  5. Ἠέλιος μὲν ἔπειτα ποτὶ ζόφον ἔτραπεν ἵππους
  6. δείελον ἦμαρ ἄγων· τὰ δʼ ἐπήλυθε πίονα μῆλα
  7. ἐκ βοτάνης ἀνιόντα μετʼ αὐλία τε σηκούς τε.
  8. αὐτὰρ ἔπειτα βόες μάλα μυρίαι ἄλλαι ἐπʼ ἄλλαις
  9. ἐρχόμεναι φαίνονθʼ ὡσεὶ νέφη ὑδατόεντα,
  10. ἅσσά τʼ ἐν οὐρανῷ εἶσιν ἐλαυνόμενα προτέρωσε
  11. ἠὲ νότοιο βίῃ ἠὲ Θρῃκὸς βορέαο·
  12. τῶν μέν τʼ οὔτις ἀριθμὸς ἐν ἠέρι γίνετʼ ἰόντων,
  13. οὐδʼ ἄνυσις· τόσα γάρ τε μετὰ προτέροισι κυλίνδει
  14. ἲς ἀνέμου, τὰ δέ τʼ ἄλλα κορύσσεται αὖτις ἐπʼ ἄλλοις·
  15. τόσσʼ αἰεὶ μετόπισθε βοῶν ἐπὶ βουκόλιʼ ᾔει.
  16. πᾶν δʼ ἄρʼ ἐνεπλήσθη πεδίον, πᾶσαι δὲ κέλευθοι
  17. ληίδος ἐρχομένης (στείνοντο δὲ πίονες ἀγροί),
  18. μυκηθμῷ· σηκοὶ δὲ βοῶν ῥεῖα πλήσθησαν
  19. εἰλιπόδων, ὄιες δὲ κατʼ αὐλὰς ηὐλίζοντο.
  20. ἔνθα μὲν οὔτις ἕκηλος ἀπειρεσίων περ ἐόντων