Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. αὖλιν ἐφʼ ἡμετέρην, ἵνα κεν τέτμοιμεν ἄνακτα.
  2. Ὣς εἰπὼν ἡγεῖτο, νόῳ δʼ ἔτι πόλλʼ ἐμενοίνα,
  3. δέρμά τε θηρὸς ὁρῶν χειροπληθῆ τε κορύνην,
  4. ὁππόθεν ὁ ξεῖνος· μέμονεν δέ μιν αἰὲν ἔρεσθαι·
  5. ἂψ δʼ ὄκνῳ ποτὶ χεῖλος ἐλάμβανε μῦθον ἰόντα,
  6. μή τί οἱ οὐ κατὰ καιρὸν ἔπος προτιμυθήσαιτο,
  7. σπερχομένου· χαλεπὸν δʼ ἑτέρου νόον ἴδμεναι ἀνδρός.
  8. τοὺς δὲ κύνες προσιόντας ἀπόπροθεν αἶψʼ ἐνόησαν,
  9. ἀμφότερον ὀσμῇ τε χροὸς δούπῳ τε ποδοῖιν.
  10. θεσπέσιον δʼ ὑλάοντες ἐπέδραμον ἄλλοθεν ἄλλος
  11. Ἀμφιτρυωνιάδῃ Ἡρακλέι· τὸν δὲ γέροντα
  12. ἀχρεῖον κλάζοντε περίσσαινον ἑτέρωθεν.
  13. τοὺς μὲν ὅγε λάεσσιν ἀπὸ χθόνος ὅσσον ἀείρων
  14. φευγέμεν ἂψ ὀπίσω δειδίσσετο, τρηχὺ δὲ φωνῇ
  15. ἠπείλει μάλα πᾶσιν, ἐρητύσασκε δʼ ὑλαγμοῦ,
  16. χαίρων ἐν φρεσὶν ᾗσιν, ὁθούνεκεν αὖλιν ἔρυντο
  17. αὐτοῦ γʼ οὐ παρεόντος· ἔπος δʼ ὅγε τοῖον ἔειπεν·
  18. 159
  19. Ὢ πόποι, οἷον τοῦτο θεοὶ ποίησαν ἄνακτες
  20. θηρίον ἀνθρώποισι μετέμμεναι, ὡς ἐπιμηθές.
  21. εἴ οἱ καὶ φρένες ὧδε νοήμονες ἔνδοθεν ἦσαν,