Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- εἱστήκει παρὰ βουσὶν ἀνὴρ κεχρημένος ἔργου·
- ἀλλʼ ὁ μὲν ἀμφὶ πόδεσσιν ἐυτμήτοισιν ἱμᾶσι
- κωλοπέδας ἀράρισκε περισταδὸν ἐγγὺς ἀμέλγειν·
- ἄλλος δʼ αὖ φίλα τέκνα φίλαις ὑπὸ μητράσιν ἵει
- πινέμεναι λιαροῖο μεμαότα πάγχυ γάλακτος,
- ἄλλος ἀμόλγιον εἶχʼ, ἄλλος τρέφε πίονα τυρόν,
- ἄλλος ἐσῆγεν ἔσω ταύρους δίχα θηλειάων.
- Αὐγείης δʼ ἐπὶ πάντας ἰὼν θηεῖτο βοαύλους
- ἥντινά οἱ κτεάνων κομιδὴν ἐτίθεντο νομῆες,
- σὺν δʼ υἱός τε βίη τε βαρύφρονος Ἡρακλῆος
- ὡμάρτευν βασιλῆι διερχομένῳ μέγαν ὄλβον.
- ἔνθα καὶ ἄρρηκτόν περ ἔχων ἐν στήθεσι θυμὸν
- Ἀμφιτρυωνιάδης καὶ ἀρηρότα νωλεμὲς αἰεὶ
- ἐκπάγλως θαύμαζε θεῶν τόγε μυρίον ἕδνον
- εἰσορόων. οὐ γάρ κεν ἔφασκέ τις οὐδὲ ἐώλπει
- ἀνδρὸς ληίδʼ ἑνὸς τόσσην ἔμεν οὐδὲ δέκʼ ἄλλων,
- οἵτε πολύρρηνες πάντων ἔσαν ἐκ βασιλήων.
- Ἠέλιος δʼ ᾧ παιδὶ τόγʼ ἔξοχον ὤπασε δῶρον,
- ἀφνειὸν μήλοις περὶ πάντων ἔμμεναι ἀνδρῶν,
- καί ῥά οἱ αὐτὸς ὄφελλε διαμπερέως βοτὰ πάντα
160