Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. βουσὶν ἰὼν λάμπεσκεν, ἀρίζηλος δʼ ἐτέτυκτο.
  2. ὃς δή τοι σκύλος αὖον ἰδὼν χαροποῖο λέοντος
  3. αὐτῷ ἔπειτʼ ἐπόρουσεν ἐυσκόπῳ Ἡρακλῆι
  4. χρίμψασθαι ποτὶ πλευρὰ κάρη στιβαρόν τε μέτωπον.
  5. τοῦ μὲν ἄναξ προσιόντος ἐδράξατο χειρὶ παχείῃ
  6. σκαιοῦ ἄφαρ κέραος, κατὰ δʼ αὐχένα νέρθʼ ἐπὶ γαίης
  7. κλάσσε βαρύν περ ἐόντα, πάλιν δέ μιν ὦσεν ὀπίσσω
  8. ὤμῳ ἐπιβρίσας· ὁ δέ οἱ περὶ νεῦρα τανυσθεὶς
  9. μυὼν ἐξ ὑπάτοιο βραχίονος ὀρθὸς ἀνέστη.
  10. θαύμαζεν δʼ αὐτός τε ἄναξ υἱός τε δαΐφρων
  11. Φυλεὺς οἵ τʼ ἐπὶ βουσὶ κορωνίσι βουκόλοι ἄνδρες,
  12. Ἀμφιτρυωνιάδαο βίην ὑπέροπλον ἰδόντες.
  13. τὼ δʼ εἰς ἄστυ λιπόντε καταυτόθι πίονας ἀγροὺς
  14. ἐστιχέτην, Φυλεύς τε βίη θʼ Ἡρακληείη.
  15. λαοφόρου δʼ ἐπέβησαν ὅθι πρώτιστα κελεύθου,
  16. λεπτὴν καρπαλίμοισι τρίβον ποσὶν ἐξανύσαντες,
  17. ἥ ῥα διʼ ἀμπελεῶνος ἀπὸ σταθμῶν τετάνυστο
  18. οὔτι λίην ἀρίσημος ἐν ὕλῃ χλωρὰ θέουσα,
  19. τῇ μιν ἄρα προσέειπε Διὸς γόνον ὑψίστοιο
  20. Αὐγείω φίλος υἱὸς ἕθεν μετόπισθεν ἰόντα,