Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. ἐς τέλος· οὐ μὲν γάρ τις ἐπήλυθε νοῦσος ἐκείνου
  2. βουκολίοις, αἵτʼ ἔργα καταφθείρουσι νομήων,
  3. αἰεὶ δὲ πλέονες κερααὶ βόες, αἰὲν ἀμείνους
  4. ἐξ ἔτεος γίνοντο μάλʼ εἰς ἔτος· ἦ γὰρ ἅπασαι
  5. ζωοτόκοι τʼ ἦσαν περιώσια θηλυτόκοι τε.
  6. ταῖς δὲ τριηκόσιοι ταῦροι συνάμʼ ἐστιχόωντο
  7. κνήμαργοί θʼ ἕλικές τε, διηκόσιοί γε μὲν ἄλλοι
  8. φοίνικες· πάντες δʼ ἐπιβήτορες οἵγʼ ἔσαν ἤδη.
  9. ἄλλοι δʼ αὖ μετὰ τοῖσι δυώδεκα βουκολέοντο
  10. ἱεροὶ Ἠελίοιο· χρόην δʼ ἔσαν ἠύτε κύκνοι
  11. ἀργησταί, πᾶσιν δὲ μετέπρεπον εἰλιπόδεσσιν
  12. οἳ καὶ ἀτιμαγέλαι βόσκοντʼ ἐριθηλέα ποίην
  13. ἐν νομῷ· ὧδʼ ἔκπαγλον ἐπὶ σφίσι γαυριόωντο.
  14. καί ῥʼ ὁπότʼ ἐκ λασίοιο θοοὶ προγενοίατο θῆρες
  15. 161
  16. ἐς πεδίον δρυμοῖο βοῶν ἕνεκʼ ἀγροτεράων,
  17. πρῶτοι τοίγε μάχηνδε κατὰ χροὸς ᾔεσαν ὀσμήν,
  18. δεινὸν δʼ ἐβρυχῶντο φόνον λεύσσοντε προσώπῳ.
  19. τῶν μέν τε προφέρεσκε βίηφί τε καὶ σφένεϊ ᾧ
  20. ἠδʼ ὑπεροπλίῃ Φαέθων μέγας, ὅν ῥα βοτῆρες
  21. ἀστέρι πάντες ἔισκον, ὁθούνεκα πολλὸν ἐν ἄλλοις