Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. ὣς ἐφάμαν· ἁ δʼ ἦνθε καὶ ἄγαγε τὸν λιπαρόχρων
  2. εἰς ἐμὰ δώματα Δέλφιν· ἐγὼ δέ νιν ὡς ἐνόησα
  3. ἄρτι θύρας ὑπὲρ οὐδὸν ἀμειβόμενον ποδὶ κούφῳ—
  4. φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα—
  5. πᾶσα μὲν ἐψύχθην χιόνος πλέον, ἐν δὲ μετώπῳ
  6. ἱδρώς μευ κοχύδεσκεν ἴσον νοτίαισιν ἐέρσαις,
  7. οὐδέ τι φωνᾶσαι δυνάμαν, οὐδʼ ὅσσον ἐν ὕπνῳ
  8. κνυζεῦνται φωνεῦντα φίλαν ποτὶ ματέρα τέκνα·
  9. ἀλλʼ ἐπάγην δαγῦδι καλὸν χρόα πάντοθεν ἴσα.
  10. φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
  11. καί μʼ ἐσιδὼν ὥστοργος, ἐπὶ χθονὸς ὄμματα πήξας
  12. ἕξετʼ ἐπὶ κλιντῆρι καὶ ἑζόμενος φάτο μῦθον·
  13. ἦ ῥά με Σιμαίθα τόσον ἔφθασας, ὅσσον ἐγώ θην
  14. πρᾶν ποκα τὸν χαρίεντα τρέχων ἔφθασσα Φιλῖνον,
  15. ἐς τὸ τεὸν καλέσασα τόδε στέγος ἤ με παρῆμεν.
  16. φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
  17. ἦνθον γάρ κεν ἐγώ, ναὶ τὸν γλυκὺν ἦνθον Ἔρωτα,
  18. ἢ τρίτος ἠὲ τέταρτος ἐὼν φίλος αὐτίκα νυκτός,
  19. μᾶλα μὲν ἐν κόλποισι Διωνύσοιο φυλάσσων,
  20. κρατὶ δʼ ἔχων λεύκαν, Ἡρακλέος ἱερὸν ἔρνος,