Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. πάντοθε πορφυρέαισι περὶ ζώστραισιν ἑλικτάν.
  2. φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
  3. καί μʼ εἰ μέν κʼ ἐδέχεσθε, τάδʼ ἦς φίλα· καὶ γὰρ ἐλαφρὸς
  4. καὶ καλὸς πάντεσσι μετʼ ἠιθέοισι καλεῦμαι·
  5. εὗδόν τʼ, εἴ κε μόνον τὸ καλὸν στόμα τεῦς ἐφίλασα·
  6. εἰ δʼ ἀλλᾷ μʼ ὠθεῖτε καὶ ἁ θύρα εἴχετο μοχλῷ,
  7. πάντως καὶ πελέκεις καὶ λαμπάδες ἦνθον ἐφʼ ὑμέας.
  8. φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
  9. 72
  10. νῦν δὲ χάριν μὲν ἔφαν τᾷ Κύπριδι πρᾶτον ὀφείλειν,
  11. καὶ μετὰ τὰν Κύπριν τύ με δευτέρα ἐκ πυρὸς εἵλευ
  12. ὦ γύναι ἐσκαλέσασα τεὸν ποτὶ τοῦτο μέλαθρον
  13. αὔτως ἡμίφλεκτον· Ἔρως δʼ ἄρα καὶ Λιπαραίω
  14. πολλάκις Ἡφαίστοιο σέλας φλογερώτερον αἴθει.
  15. φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
  16. σὺν δὲ κακαῖς μανίαις καὶ παρθένον ἐκ θαλάμοιο
  17. καὶ νύμφαν ἐφόβησʼ ἔτι δέμνια θερμὰ λιποῖσαν
  18. ἀνέρος. ὣς ὁ μὲν εἶπεν· ἐγὼ δέ οἱ ἁ ταχυπειθὴς
  19. χειρὸς ἐφαψαμένα μαλακῶν ἔκλινʼ ἐπὶ λέκτρων.
  20. καὶ ταχὺ χρὼς ἐπὶ χρωτὶ πεπαίνετο, καὶ τὰ πρόσωπα
  21. θερμότερʼ ἦς ἢ πρόσθε, καὶ ἐψιθυρίσδομες ἁδύ·