Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. χὡς ἴδον, ὡς ἐμάνην, ὥς μευ πέρι θυμὸς ἰάφθη
  2. δειλαίας· τὸ δὲ κάλλος ἐτάκετο, κοὔτέ τι πομπᾶς
  3. τήνας ἐφρασάμαν, οὐδʼ ὡς πάλιν οἴκαδʼ ἀπῆνθον
  4. ἔγνων· ἀλλά μέ τις καπυρὰ νόσος ἐξεσάλαξε,
  5. κείμαν δʼ ἐν κλιντῆρι δέκʼ ἄματα καὶ δέκα νύκτας.
  6. φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
  7. καί μευ χρὼς μὲν ὁμοῖος ἐγίνετο πολλάκι θάψῳ,
  8. ἔρρευν δʼ ἐκ κεφαλᾶς πᾶσαι τρίχες, αὐτὰ δὲ λοιπὰ
  9. ὀστίʼ ἔτʼ ἦς καὶ δέρμα. καὶ ἐς τίνος οὐκ ἐπέρασα
  10. ἢ ποίας ἔλιπον γραίας δόμον, ἅτις ἐπᾷδεν;
  11. ἀλλʼ ἦς οὐδὲν ἐλαφρόν· ὁ δέ χρόνος ἄνυτο φεύγων.
  12. φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
  13. χοὕτω τᾷ δούλᾳ τὸν ἀλαθέα μῦθον ἔλεξα·
  14. εἰ δʼ ἄγε Θεστυλί μοι χαλεπᾶς νόσω εὑρέ τι μῆχος.
  15. πᾶσαν ἔχει με τάλαιναν ὁ Μύνδιος· ἀλλὰ μολοῖσα
  16. τήρησον ποτὶ τὰν Τιμαγήτοιο παλαίστραν·
  17. τηνεῖ γὰρ φοιτῇ, τηνεῖ δέ οἱ ἁδὺ καθῆσθαι.
  18. φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
  19. κἠπεί κά νιν ἐόντα μάθῃς μόνον, ἅσυχα νεῦσον,
  20. κεἴφʼ ὅτι Σιμαίθα τυ καλεῖ, καὶ ὑφαγέο τᾷδε.