Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. Ἀντιγόνας θυγάτηρ βεβαρημένα ὠδίνεσσιν·
  2. ἡ δέ οἱ εὐμενέοισα παρίστατο, κὰδ δʼ ἄρα πάντων
  3. νωδυνίαν κατέχευε μελῶν· ὁ δὲ πατρὶ ἐοικὼς
  4. παῖς ἀγαπητὸς ἔγεντο. Κόως δʼ ὀλόλυξεν ἰδοῖσα,
  5. 129
  6. φᾶ δὲ καθαπτομένα βρέφεος χείρεσσι φίλῃσιν·
  7. ̓́Ολβιε κοῦρε γένοιο, τίοις δέ με τόσσον, ὅσον περ
  8. Δᾶλον ἐτίμησεν κυανάμπυκα Φοῖβος Ἀπόλλων·
  9. ἐν δὲ μιᾷ τιμᾷ Τρίοπον καταθεῖο κολώναν,
  10. ἶσον Δωριέεεσσι νέμων γέρας ἐγγὺς ἐοῦσιν.
  11. ἶσον καὶ Ῥήναιαν ἄναξ ἐφίλησεν Ἀπόλλων.
  12. Ὣς ἄρα νᾶσος ἔειπεν· ὁ δʼ ὑψόθεν ἔκλαγε φωνᾷ
  13. ἐς τρὶς ἀπὸ νεφέων μέγας αἰετὸς αἴσιος ὄρνις.
  14. Ζηνός που τόδε σᾶμα. Διὶ Κρονίωνι μέλοντι
  15. αἰδοῖοι βασιλῆες· ὁ δʼ ἔξοχος, ὅν κε φιλήσῃ
  16. γεινόμενον τὰ πρῶτα· πολὺς δέ οἱ ὄλβος ὀπαδεῖ,
  17. πολλᾶς δὲ κρατέει γαίας, πολλᾶς δὲ θαλάσσας.
  18. μυρίαι ἄπειροί τε καὶ ἔθνεα μυρία φωτῶν
  19. λήιον ἀλδήσκουσιν ὀφελλόμεναι Διὸς ὄμβρῳ·
  20. ἀλλʼ οὔτις τόσα φύει, ὅσα χθαμαλὰ Αἴγυπτος,
  21. Νεῖλος ἀναβλύζων διερὰν ὅτε βώλακα θρύπτει.