Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. οὐδέ τις ἄστεα τόσσα βροτῶν ἔχει ἔργα δαέντων.
  2. τρεῖς μέν οἱ πολίων ἑκατοντάδες ἐνδέδμηνται,
  3. τρεῖς δʼ ἄρα χιλιάδες τρισσαῖς ἐπὶ μυριάδεσσι,
  4. δοιαὶ δὲ τριάδες, μετὰ δέ σφισιν ἐννεάδες τρεῖς·
  5. τῶν πάντων Πτολεμαῖος ἀλήνωρ ἐμβασιλεύει.
  6. καὶ μὴν Φοινίκας ἀποτέμνεται Ἀρραβίας τε
  7. καὶ Συρίας Λιβύας τε κελαινῶν τʼ Αἰθιοπήων.
  8. Παμφύλοισί τε πᾶσι καὶ αἰχμηταῖς Κιλίκεσσι
  9. σαμαίνει, Λυκίοις τε φιλοπτολέμοισί τε Καρσί,
  10. καὶ νάσοις Κυκλάδεσσιν, ἐπεί οἱ νᾶες ἄρισται
  11. πόντον ἐπιπλώοντι, θάλασσα δὲ πᾶσα καὶ αἶα
  12. καὶ ποταμοὶ κελάδοντες ἀνάσσονται Πτολεμαίῳ.
  13. πολλοὶ δʼ ἱππῆες, πολλοὶ δέ μιν ἀσπιδιῶται.
  14. χαλκῷ μαρμαίροντι σεσαγμένοι ἀμφαγέρονται.
  15. 130
  16. ὄλβῳ μὲν πάντάς κε καταβρίθοι βασιλῆας·
  17. τόσσον ἐπʼ ἆμαρ ἕκαστον ἐς ἀφνεὸν ἔρχεται οἶκον
  18. πάντοθε. λαοὶ δʼ ἔργα περιστέλλουσιν ἕκηλοι.
  19. οὐ γάρ τις δηίων πολυκήτεα Νεῖλον ὑπερβὰς
  20. πεζὸς ἐν ἀλλοτρίαισι βοὰν ἐστάσατο κώμαις,
  21. οὐδέ τις αἰγιαλόνδε θοᾶς ἐξάλατο ναὸς