Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. θαρσήσας σφετέροισιν ἐπιτρέποι οἶκον ἅπαντα,
  2. ὁππότε κεν φιλέων βαίνῃ λέχος ἐς φιλεούσης.
  3. ἀστόργου δὲ γυναικὸς ἐπʼ ἀλλοτρίῳ νόος αἰεί,
  4. ῥηίδιοι δὲ γοναί, τέκνα δʼ οὐ ποτεοικότα πατρί.
  5. κάλλει ἀριστεύουσα θεάων πότνʼ Ἀφροδίτα,
  6. σοὶ τήνα μεμέλητο· σέθεν δʼ ἕνεκεν Βερενίκα
  7. εὐειδὴς Ἀχέροντα πολύστονον οὐκ ἐπέρασεν,
  8. ἀλλά μιν ἁρπάξασα, πάροιθʼ ἐπὶ νῆα κατελθεῖν
  9. κυανέαν καὶ στυγνὸν ἀεὶ πορθμῆα καμόντων,
  10. ἐς ναὸν κατέθηκας, ἑᾶς δʼ ἀπεδάσσαο τιμᾶς.
  11. πᾶσιν δʼ ἤπιος ἥδε βροτοῖς μαλακοὺς μὲν ἔρωτας
  12. προσπνείει, κούφας δὲ διδοῖ ποθέοντι μερίμνας.—
  13. Ἀργεία κυάνοφρυ, σὺ λαοφόνον Διομήδεα
  14. μισγομένα Τυδῆι τέκες, Καλυδώνιον ἄνδρα,
  15. ἀλλὰ Θέτις βαθύκολπος ἀκοντιστὰν Ἀχιλῆα
  16. Αἰακίδᾳ Πηλῆι, σὲ δʼ αἰχμητὰ Πτολεμαῖε
  17. αἰχμητᾷ Πτολεμαίῳ ἀρίζηλος Βερενίκα.
  18. καί σε Κόως ἀτίταλλε βρέφος νεογιλλὸν ἐόντα,
  19. δεξαμένα παρὰ ματρός, ὅτε πρώταν ἴδες ἀῶ.
  20. ἔνθα γὰρ Εἰλείθυιαν ἐβώσατο λυσίζωνον