Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. ἵδρυται στερεοῖο τετυγμένα ἐξ ἀδάμαντος·
  2. ἔνθα σὐν ἄλλοισιν θαλίας ἔχει οὐρανίδαισι,
  3. χαίρων υἱωνῶν περιώσιον υἱωνοῖσιν,
  4. ὅττί σφεων Κρονίδης μελέων ἐξείλετο γῆρας,
  5. ἀθάνατοι δὲ καλεῦνται ἑοὶ νέποδες γεγαῶτες.
  6. ἄμφω γὰρ πρόγονός σφιν ὁ καρτερὸς Ἡρακλείδας,
  7. ἀμφότεροι δʼ ἀριθμεῦνται ἐς ἔσχατον Ἡρακλῆα.
  8. τῷ καὶ ἐπεὶ δαίτηθεν ἴοι κεκορημένος ἤδη
  9. νέκταρος εὐόδμοιο φίλας ἐς δῶμʼ ἀλόχοιο,
  10. τῷ μὲν τόξον ἔδωκεν ὑπωλένιόν τε φαρέτραν,
  11. τῷ δὲ σιδάρειον σκύταλον κεχαραγμένον ὄζοις.
  12. οἱ δʼ εἰς ἀμβρόσιον θάλαμον λευκοσφύρου Ἥβης
  13. ὅπλα καὶ αὐτὸν ἄγουσι γενειήταν Διὸς υἱόν.
  14. οἵα δʼ ἐν πινυταῖσι περικλειτὰ Βερενίκα
  15. ἔπρεπε θηλυτέραις, ὄφελος μέγα γειναμένοισι.
  16. 128
  17. τᾷ μὲν Κύπρον ἔχοισα Διώνας πότνια κούρα
  18. κόλπον ἐς εὐώδη ῥαδινὰς ἐσεμάξατο χεῖρας.
  19. τῷ οὔπω τινὰ φαντὶ ἁδεῖν τόσον ἀνδρὶ γυναικῶν,
  20. ὅσσόν περ Πτολεμαῖος ἑὴν ἐφίλησεν ἄκοιτιν.
  21. ἦ μὰν ἀντεφιλεῖτο πολὺ πλέον· ὧδέ κε παισὶ