Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. Ἐκ Διὸς ἀρχώμεσθα καὶ ἐς Δία λήγετε Μοῖσαι,
  2. ἀθανάτων τὸν ἄριστον ἐπὴν αὐδῶμεν ἀοιδαῖς·
  3. ἀνδρῶν δʼ αὖ Πτολεμαῖος ἐνὶ πρώτοισι λεγέσθω
  4. καὶ πύματος καὶ μέσσος· ὁ γὰρ προφερέστατος ἄλλων.
  5. ἥρωες, τοὶ πρόσθεν ἀφʼ ἡμιθέων ἐγένοντο,
  6. ῥέξαντες καλὰ ἔργα σοφῶν ἐκύρησαν ἀοιδῶν·
  7. 127
  8. αὐτὰρ ἐγὼ Πτολεμαῖον ἐπιστάμενος καλὰ εἰπεῖν
  9. ὑμνήσαιμʼ· ὕμνοι δὲ καὶ ἀθανάτων γέρας αὐτῶν.
  10. Ἴδαν ἐς πολύδενδρον ἀνὴρ ὑλατόμος ἐλθὼν
  11. παπταίνει, παρεόντος ἄδην, πόθεν ἄρξεται ἔργου.
  12. τί πρῶτον καταλέξω; ἐπεὶ πάρα μυρία εἰπεῖν,
  13. οἷσι θεοὶ τὸν ἄριστον ἐτίμησαν βασιλήων.
  14. >Ἐκ πατέρων οἷος μὲν ἔην τελέσαι μέγα ἔργον
  15. Λαγείδας Πτολεμαῖος, ὅτε φρεσὶν ἐγκατάθοιτο
  16. βουλάν, ἃν οὐκ ἄλλος ἀνὴρ οἷός τε νοῆσαι.
  17. τῆνον καὶ μακάρεσσι πατὴρ ὁμότιμον ἔθηκεν
  18. ἀθανάτοις, καί οἱ χρύσεος δόμος ἐν Διὸς οἴκῳ
  19. δέδμηται· παρὰ δʼ αὐτὸν Ἀλέξανδρος φίλα εἰδὼς
  20. ἑδριάει, Πέρσαισι βαρὺς θεὸς αἰολομίτρας.
  21. ἀντία δʼ Ἡρακλῆος ἕδρα κενταυροφόνοιο