Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. ὅσσʼ ἄνεμος χέρσονδε μετὰ γλαυκᾶς ἁλὸς ὠθεῖ,
  2. ἢ ὕδατι νίζειν θολερὰν διαειδέι πλίνθον,
  3. καὶ φιλοκερδείᾳ βεβλαμμένον ἄνδρα παρελθεῖν.
  4. 125
  5. χαιρέτω ὃς τοιοῦτος, ἀνάριθμος δέ οἱ εἰη
  6. ἄργυρος, αἰεὶ δὲ πλεόνων ἔχοι ἵμερος αὐτόν.
  7. αὐτὰρ ἐγὼ τιμήν τε καὶ ἀνθρώπων φιλότητα
  8. πολλῶν ἡμιόνων τε καὶ ἵππων πρόσθεν ἑλοίμαν.
  9. δίζημαι δʼ, ὅτινι θνατῶν κεχαρισμένος ἔνθω
  10. σὺν Μοίσαις· χαλεπαὶ γὰρ ὁδοὶ τελέθουσιν ἀοιδοῖς
  11. κουράων ἀπάνευθε Διὸς μέγα βουλεύοντος.
  12. οὔπω μῆνας ἄγων ἔκαμʼ οὐρανὸς οὐδʼ ἐνιαυτούς·
  13. πολλοὶ κινήσουσιν ἔτι τροχὸν ἅρματος ἵπποι·
  14. ἔσσεται οὗτος ἀνήρ, ὃς ἐμεῦ κεχρήσετʼ ἀοιδοῦ,
  15. ῥέξας ἢ Ἀχιλεὺς ὅσσον μέγας ἢ βαρὺς Αἴας
  16. ἐν πεδίῳ Σιμόεντος, ὅθι Φρυγὸς ἠρίον Ἴλου.
  17. ἤδη νῦν Φοίνικες ὑπʼ ἠελίῳ δύνοντι
  18. οἰκεῦντες Λιβύας ἄκρον σφυρὸν ἐρρίγασιν.
  19. ἤδη βαστάζουσι Συρακόσιοι μέσα δοῦρα
  20. ἀχθόμενοι σακέεσσι βραχίονας ἰτεΐνοισιν·
  21. ἐν δʼ αὐτοῖς Ἱέρων προτέροις ἴσος ἡρώεσσι