Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. θυμὸν ἐς εὐρεῖαν σχεδίαν στυγνοῦ Ἀχέροντος,
  2. ἄμναστοι δὲ τὰ πολλὰ καὶ ὄλβια τῆνα λιπόντες
  3. δειλοῖς ἐν νεκύεσσι μακροὺς αἰῶνας ἔκειντο,
  4. εἰ μὴ κεῖνος ἀοιδὸς ὁ Κήιος αἰόλα φωνέων
  5. βάρβιτον ἐς πολύχορδον ἐν ἀνδράσι θῆκʼ ὀνομαστοὺς
  6. ὁπλοτέροις, τιμᾶς δὲ καὶ ὠκέες ἔλλαχον ἵπποι,
  7. οἵ σφισιν ἐξ ἱερῶν στεφανηφόροι ἦλθον ἀγώνων.
  8. τίς δʼ ἂν ἀριστῆας Λυκίων ποτέ, τίς κομόωντας
  9. Πριαμίδας ἢ θῆλυν ἀπὸ χροιᾶς Κύκνον ἔγνω,
  10. εἰ μὴ φυλόπιδας προτέρων ὕμνησαν ἀοιδοί;
  11. οὐδʼ Ὀδυσεὺς ἑκατόν τε καὶ εἴκοσι μῆνας ἀλαθεὶς
  12. πάντας ἐπʼ ἀνθρώπους, Ἀίδαν τʼ εἰς ἔσχατον ἐλθὼν
  13. ζωός, καὶ σπήλυγγα φυγὼν ὀλοοῖο Κύκλωπος,
  14. δηναιὸν κλέος ἔσχεν, ἐσιγάθη δʼ ἂν ὑφορβὸς
  15. Εὔμαιος, καὶ βουσὶ Φιλοίτιος ἀμφʼ ἀγελαίαις
  16. ἔργον ἔχων, αὐτός τε περίσπλαγχνος Λαέρτης,
  17. εἰ μή σφεας ὤνασανἸάονος ἀνδρὸς ἀοιδαί.
  18. Ἐκ Μοισᾶν ἀγαθὸν κλέος ἔρχεται ἀνθρώποισι,
  19. χρήματα δὲ ζώοντες ἀμαλδύνουσι θανόντων.
  20. ἀλλʼ ἶσος γὰρ ὁ μόχθος ἐπʼ ᾀόνι κύματα μετρεῖν,