Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. ζώννυται, ἵππειαι δὲ κόρυν σκεπάουσιν ἔθειραι.
  2. αἰ γὰρ Ζεῦ κύδιστε πάτερ καὶ πότνιʼ Ἀθάνα
  3. κούρη θʼ, ἣ σὺν ματρὶ πολυκλήρων Ἐφυραίων
  4. εἴληχας μέγα ἄστυ παρʼ ὕδασι Λυσιμελείας,
  5. ἐχθροὺς ἐκ νάσοιο κακὰ πέμψειεν ἀνάγκα
  6. Σαρδόνιον κατὰ κῦμα, φίλων μόρον ἀγγέλλοντας
  7. τέκνοις ἠδʼ ἀλόχοισιν, ἀριθμητοὺς ἀπὸ πολλῶν·
  8. ἄστεά τε προτέροισι πάλιν ναίοιτο πολίταις,
  9. δυσμενέων ὅσα χεῖρες ἐλωβήσαντο κατάκρας·
  10. ἀγροὺς δʼ ἐργάζοιντο τεθαλότας· αἱ δʼ ἀνάριθμοι
  11. μήλων χιλιάδες βοτάνᾳ διαπιανθεῖσαι
  12. ἀμπεδίον βληχοῖντο, βόες δʼ ἀγελαδὸν ἐς αὖλιν
  13. ἐρχόμεναι σκνιφαῖον ἐπισπεύδοιεν ὁδίταν·
  14. 126
  15. νειοὶ δʼ ἐκπονέοιντο ποτὶ σπόρον, ἁνίκα τέττιξ
  16. ποιμένας ἐνδίους πεφυλαγμένος ἔνδοθι δένδρων
  17. ἀχεῖ ἐν ἀκρεμόνεσσιν· ἀράχνια δʼ εἰς ὅπλʼ ἀράχναι
  18. λεπτὰ διαστήσαιντο, βοᾶς δʼ ἔτι μηδʼ ὄνομʼ εἴη.
  19. ὑψηλὸν δʼ Ἱέρωνι κλέος φορέοιεν ἀοιδοὶ
  20. καὶ πόντου Σκυθικοῖο πέραν καὶ ὅθι πλατὺ τεῖχος
  21. ἀσφάλτῳ δήσασα Σεμίραμις ἐμβασίλευεν.