Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. νῆα διὲκ πέτρας πολυηχέας· οἱ δʼ ἀνέμοιο
  2. αὖτις ἐπαυρόμενοι προτέρω θέον· ὦκα δʼ ἄμειβον
  3. Θρινακίης λειμῶνα, βοῶν τροφὸν Ἠελίοιο.
  4. ἔνθʼ αἱ μὲν κατὰ βένθος ἀλίγκιαι αἰθυίῃσιν
  5. δῦνον, ἐπεί ῥʼ ἀλόχοιο Διὸς πόρσυνον ἐφετμάς.
  6. τοὺς δʼ ἄμυδις βληχή τε διʼ ἠέρος ἵκετο μήλων,
  7. μυκηθμός τε βοῶν αὐτοσχεδὸν οὔατʼ ἔβαλλεν.
  8. καὶ τὰ μὲν ἑρσήεντα κατὰ δρία ποιμαίνεσκεν
  9. ὁπλοτέρη Φαέθουσα θυγατρῶν Ἠελίοιο,
  10. ἀργύρεον χαῖον παλάμῃ ἔνι πηχύνουσα·
  11. Λαμπετίη δʼ ἐπὶ βουσὶν ὀρειχάλκοιο φαεινοῦ
  12. πάλλεν ὀπηδεύουσα καλαύροπα. τὰς δὲ καὶ αὐτοὶ
  13. βοσκομένας ποταμοῖο παρʼ ὕδασιν εἰσορόωντο
  14. ἂμ πεδίον καὶ ἕλος λειμώνιον· οὐδέ τις ἦεν
  15. κυανέη μετὰ τῇσι δέμας, πᾶσαι δὲ γάλακτι
  16. εἰδόμεναι, χρυσέοισι κεράασι κυδιάασκον.
  17. καὶ μὲν τὰς παράμειβον ἐπʼ ἤματι· νυκτὶ δʼ ἰούσῃ
  18. πεῖρον ἁλὸς μέγα λαῖτμα κεχαρμένοι, ὄφρα καὶ αὖτις
  19. Ἠὼς ἠριγενὴς φέγγος βάλε νισσομένοισιν.
  20. ἔστι δέ τις πορθμοῖο παροιτέρη Ἰονίοιο