Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ἀμφιλαφὴς πίειρα Κεραυνίῃ εἰν ἁλὶ νῆσος,
- ᾗ ὕπο δὴ κεῖσθαι δρέπανον φάτις—ἵλατε Μοῦσαι,
- οὐκ ἐθέλων ἐνέπω προτέρων ἔπος—ᾧ ἀπὸ πατρὸς
- μήδεα νηλειῶς ἔταμεν Κρόνος· οἱ δέ ἑ Δηοῦς
- κλείουσι χθονίης καλαμητόμον ἔμμεναι ἅρπην.
- Δηὼ γὰρ κείνῃ ἐνὶ δή ποτε νάσσατο γαίῃ,
- Τιτῆνας δʼ ἔδαε στάχυν ὄμπνιον ἀμήσασθαι,
- Μάκριδα φιλαμένη. Δρεπάνη τόθεν ἐκλήισται
- οὔνομα, Φαιήκων ἱερὴ τροφός· ὧς δὲ καὶ αὐτοὶ
- αἵματος Οὐρανίοιο γένος Φαίηκες ἔασιν.
- τοὺς Ἀργὼ πολέεσσιν ἐνισχομένη καμάτοισιν
- Θρινακίης αὔρῃς ἵκετʼ ἐξ ἁλός· οἱ δʼ ἀγανῇσιν
- Ἀλκίνοος λαοί τε θυηπολίῃσιν ἰόντας
- δειδέχατʼ ἀσπασίως· ἐπὶ δέ σφισι καγχαλάασκεν
- πᾶσα πόλις· φαίης κεν ἑοῖς ἐπὶ παισὶ γάνυσθαι.
- καὶ δʼ αὐτοὶ ἥρωες ἀνὰ πληθὺν κεχάροντο,
- τῷ ἴκελοι, οἷόν τε μεσαιτάτῃ ἐμβεβαῶτες
- Αἱμονίῃ· μέλλον δὲ βοῇ ἔνι θωρήξεσθαι·
- ὧδε μάλʼ ἀγχίμολον στρατὸς ἄσπετος ἐξεφαάνθη
- Κόλχων, οἳ Πόντοιο κατὰ στόμα καὶ διὰ πέτρας