Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- τὴν δὲ παρηορίην κόπτεν ῥόος· ἀμφὶ δὲ κῦμα
- λάβρον ἀειρόμενον πέτραις ἐπικαχλάζεσκεν,
- αἵ θʼ ὁτὲ μὲν κρημνοῖς ἐναλίγκιαι ἠέρι κῦρον,
- ἄλλοτε δὲ βρύχιαι νεάτῳ ὑπὸ πυθμένι πόντου
- ἠρήρειν, τὸ δὲ πολλὸν ὑπείρεχεν ἄγριον οἶδμα.
- αἱ δʼ, ὥστʼ ἠμαθόεντος ἐπισχεδὸν αἰγιαλοῖο
- παρθενικαί, δίχα κόλπον ἐπʼ ἰξύας εἱλίξασαι
- σφαίρῃ ἀθύρουσιν περιηγέι· αἱ μὲν ἔπειτα
- ἄλλη ὑπʼ ἐξ ἄλλης δέχεται καὶ ἐς ἠέρα πέμπει
- ὕψι μεταχρονίην· ἡ δʼ οὔποτε πίλναται οὔδει·
- ὧς αἱ νῆα θέουσαν ἀμοιβαδὶς ἄλλοθεν ἄλλη
- πέμπε διηερίην ἐπὶ κύμασιν, αἰὲν ἄπωθεν
- πετράων· περὶ δέ σφιν ἐρευγόμενον ζέεν ὕδωρ.
- τὰς δὲ καὶ αὐτὸς ἄναξ κορυφῆς ἔπι λισσάδος ἄκρης
- ὀρθὸς ἐπὶ στελεῇ τυπίδος βαρὺν ὦμον ἐρείσας
- Ἥφαιστος θηεῖτο, καὶ αἰγλήεντος ὕπερθεν
- οὐρανοῦ ἑστηυῖα Διὸς δάμαρ· ἀμφὶ δʼ Ἀθήνῃ
- βάλλε χέρας, τοῖόν μιν ἔχεν δέος εἰσορόωσαν.
- ὅσση δʼ εἰαρινοῦ μηκύνεται ἤματος αἶσα,
- τοσσάτιον μογέεσκον ἐπὶ χρόνον, ὀχλίζουσαι