Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- αὔτως ἱδρύνθησαν ἐφέστιοι. ἦ γὰρ ὀνείρων
- μνῆστις ἀεικελίη δῦνεν φρένας ὁρμαίνουσαν·
- ἵετο δʼ αὖ κούρης ἐμφύλιον ἴδμεναι ὀμφήν,
- αὐτίχʼ ὅπως ἐνόησεν ἀπʼ οὔδεος ὄσσε βαλοῦσαν.
- πᾶσα γὰρ Ἠελίου γενεὴ ἀρίδηλος ἰδέσθαι
- ἦεν, ἐπεὶ βλεφάρων ἀποτηλόθι μαρμαρυγῇσιν
- οἷόν τέ χρυσέην ἀντώπιον ἵεσαν αἴγλην.
- ἡ δʼ ἄρα τῇ τὰ ἕκαστα διειρομένῃ κατελεξεν,
- Κολχίδα γῆρυν ἱεῖσα, βαρύφρονος Αἰήταο
- κούρη μειλιχίως, ἠμὲν στόλον ἠδὲ κελεύθους
- ἡρώων, ὅσα τʼ ἀμφὶ θοοῖς ἐμόγησαν ἀέθλοις,
- ὥς τε κασιγνήτης πολυκηδέος ἤλιτε βουλαῖς,
- ὥς τʼ ἀπονόσφιν ἄλυξεν ὑπέρβια δείματα πατρὸς
- σὺν παισὶν Φρίξοιο· φόνον δʼ ἀλέεινεν ἐνισπεῖν
- Ἀψύρτου. τὴν δʼ οὔτι νόῳ λάθεν· ἀλλὰ καὶ ἔμπης
- μυρομένην ἐλέαιρεν, ἔπος δʼ ἐπὶ τοῖον ἔειπεν·
- ‘σχετλίη, ἦ ῥα κακὸν καὶ ἀεικέα μήσαο νόστον.
- ἔλπομαι οὐκ ἐπὶ δήν σε βαρὺν χόλον Αἰήταο
- ἐκφυγέειν· τάχα δʼ εἶσι καὶ Ἑλλάδος ἤθεα γαίης
- τισόμενος φόνον υἷος, ὅτʼ ἄσχετα ἔργʼ ἐτέλεσσας.