Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- νηλειεῖς ἱκέται, ὅτʼ ἐφέστιοι ἀντιόωσιν.
- πρῶτα μὲν ἀτρέπτοιο λυτήριον ἥγε φόνοιο
- τειναμένη καθύπερθε συὸς τέκος, ἧς ἔτι μαζοὶ
- πλήμμυρον λοχίης ἐκ νηδύος, αἵματι χεῖρας
- τέγγεν, ἐπιτμήγουσα δέρην· αὖτις δὲ καὶ ἄλλοις
- μείλισσεν χύτλοισι, καθάρσιον ἀγκαλέουσα
- Ζῆνα, παλαμναίων τιμήορον ἱκεσιάων.
- καὶ τὰ μὲν ἀθρόα πάντα δόμων ἐκ λύματʼ ἔνεικαν
- νηιάδες πρόπολοι, ταί οἱ πόρσυνον ἕκαστα.
- ἡ δʼ εἴσω πελάνους μείλικτρά τε νηφαλίῃσιν
- καῖεν ἐπʼ εὐχωλῇσι παρέστιος, ὄφρα χόλοιο
- σμερδαλέας παύσειεν Ἐρινύας, ἠδὲ καὶ αὐτὸς
- εὐμειδής τε πέλοιτο καὶ ἤπιος ἀμφοτέροισιν,
- εἴτʼ οὖν ὀθνείῳ μεμιασμένοι αἵματι χεῖρας,
- εἴτε καὶ ἐμφύλῳ προσκηδέες ἀντιόωσιν.
- αὐτὰρ ἐπεὶ μάλα πάντα πονήσατο, δή τότʼ ἔπειτα
- εἷσεν ἐπὶ ξεστοῖσιν ἀναστήσασα θρόνοισιν,
- καὶ δʼ αὐτὴ πέλας ἷζεν ἐνωπαδίς. αἶψα δὲ μύθῳ
- χρειὼ ναυτιλίην τε διακριδὸν ἐξερέεινεν.
- ἠδʼ ὁπόθεν μετὰ γαῖαν ἑὴν καὶ δώματʼ ἰόντες