Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ἀλλʼ ἐπεὶ οὖν ἱκέτις καὶ ὁμόγνιος ἔπλευ ἐμεῖο,
- ἄλλο μὲν οὔτι κακὸν μητίσομαι ἐνθάδʼ ἰούσῃ·
- ἔρχεο δʼ ἐκ μεγάρων ξείνῳ συνοπηδὸς ἐοῦσα,
- ὅντινα τοῦτον ἄιστον ἀείραο πατρὸς ἄνευθεν·
- μηδέ με γουνάσσηαι ἐφέστιος, οὐ γὰρ ἔγωγε
- αἰνήσω βουλάς τε σέθεν καὶ ἀεικέα φύξιν.’
- ὧς φάτο· τὴν δʼ ἀμέγαρτον ἄχος λάβεν· ἀμφὶ δὲ πέπλον
- ὀφθαλμοῖσι βαλοῦσα γόον χέεν, ὄφρα μιν ἥρως
- χειρὸς ἐπισχόμενος μεγάρων ἐξῆγε θύραζε
- δείματι παλλομένην· λεῖπον δʼ ἀπὸ δώματα Κίρκης.
- οὐδʼ ἄλοχον Κρονίδαο Διὸς λάθον· ἀλλά οἱ Ἶρις
- πέφραδεν, εὖτʼ ἐνόησεν ἀπὸ μεγάροιο κιόντας.
- αὐτὴ γάρ μιν ἄνωγε δοκευέμεν, ὁππότε νῆα
- στείχοιεν· τὸ καὶ αὖτις ἐποτρύνουσʼ ἀγόρευεν·
- ‘Ἶρι φίλη, νῦν, εἴ ποτʼ ἐμὰς ἐτέλεσσας ἐφετμάς,
- εἰ δʼ ἄγε λαιψηρῇσι μετοιχομένη πτερύγεσσιν,
- δεῦρο Θέτιν μοι ἄνωχθι μολεῖν ἁλὸς ἐξανιοῦσαν.
- κείνης γὰρ χρειώ με κιχάνεται. αὐτὰρ ἔπειτα
- ἐλθεῖν εἰς ἀκτάς, ὅθι τʼ ἄκμονες Ἡφαίστοιο
- χάλκειοι στιβαρῇσιν ἀράσσονται τυπίδεσσιν·