Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ῥιγεδανὴ ἑτάροιο φίλους ἐπικεκλομένοιο.
- ἀγχοῦ δʼ ἠγερέθοντο κατηφέες· αὐτὰρ ὁ τούσγε
- ἀχνυμένους ὅρμοιο πέλας μίγα θηλυτέρῃσιν
- ἱδρύσας, μυθεῖτο πιφαυσκόμενος τὰ ἕκαστα·
- ‘κλῦτε, φίλοι· τρεῖς γάρ μοι ἀνιάζοντι θεάων,
- στέρφεσιν αἰγείοις ἐζωσμέναι ἐξ ὑπάτοιο
- αὐχένος ἀμφί τε νῶτα καὶ ἰξύας, ἠύτε κοῦραι,
- ἔσταν ὑπὲρ κεφαλῆς μάλʼ ἐπισχεδόν· ἂν δʼ ἐκάλυψαν
- πέπλον ἐρυσσάμεναι κούφῃ χερί, καὶ μʼ ἐκέλοντο
- αὐτόν τʼ ἔγρεσθαι, ἀνά θʼ ὑμέας ὄρσαι ἰόντα·
- μητέρι δὲ σφετέρῃ μενοεικέα τῖσαι ἀμοιβὴν
- ὧν ἔκαμεν δηρὸν κατὰ νηδύος ἄμμε φέρουσα
- ὁππότε κεν λύσῃσιν ἐύτροχον Ἀμφιτρίτη
- ἅρμα Ποσειδάωνος. ἐγὼ δʼ οὐ πάγχυ νοῆσαι
- τῆσδε θεοπροπίης ἴσχω πέρι. φάν γε μὲν εἶναι
- ἡρῷσσαι, Λιβύης τιμήοροι ᾐδὲ θύγατρες·
- καὶ δʼ ὁπόσʼ αὐτοὶ πρόσθεν ἐπὶ χθονὸς ἠδʼ ὅσʼ ἐφʼ ὑγρὴν
- ἔτλημεν, τὰ ἕκαστα διίδμεναι εὐχετόωντο.
- οὐδʼ ἔτι τάσδʼ ἀνὰ χῶρον ἐσέδρακον, ἀλλά τις ἀχλὺς
- ἠὲ νέφος μεσσηγὺ φαεινομένας ἐκάλυψεν.’