Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ὧς ἔφαθʼ· οἱ δʼ ἄρα πάντες ἐθάμβεον εἰσαΐοντες.
  2. ἔνθα τὸ μήκιστον τεράων Μινύῃσιν ἐτύχθη.
  3. ἐξ ἁλὸς ἤπειρόνδε πελώριος ἔκθορεν ἵππος,
  4. ἀμφιλαφής, χρυσέῃσι μετήορος αὐχένα χαίταις·
  5. ῥίμφα δὲ σεισάμενος γυίων ἄπο νήχυτον ἅλμην
  6. ὦρτο θέειν, πνοιῇ ἴκελος πόδας. αἶψα δὲ Πηλεὺς
  7. γηθήσας ἑτάροισιν ὁμηγερέεσσι μετηύδα·
  8. ‘ἅρματα μὲν δή φημι Ποσειδάωνος ἔγωγε
  9. ἤδη νῦν ἀλόχοιο φίλης ὑπὸ χερσὶ λελύσθαι·
  10. μητέρα δʼ οὐκ ἄλλην προτιόσσομαι, ἠέ περ αὐτὴν
  11. νῆα πέλειν· ἦ γὰρ κατὰ νηδύος ἄμμε φέρουσα
  12. νωλεμὲς ἀργαλέοισιν ὀιζύει καμάτοισιν.
  13. ἀλλά μιν ἀστεμφεῖ τε βίῃ καὶ ἀτειρέσιν ὤμοις
  14. ὑψόθεν ἀνθέμενοι ψαμαθώδεος ἔνδοθι γαίης
  15. οἴσομεν, ᾗ προτέρωσε ταχὺς πόδας ἤλασεν ἵππος.
  16. οὐ γὰρ ὅγε ξηρὴν ὑποδύσεται· ἴχνια δʼ ἡμῖν
  17. σημανέειν τινʼ ἔολπα μυχὸν καθύπερθε θαλάσσης.’
  18. ὧς ηὔδα· πάντεσσι δʼ ἐπήβολος ἥνδανε μῆτις·
  19. Μουσάων ὅδε μῦθος· ἐγὼ δʼ ὑπακουὸς ἀείδω
  20. Πιερίδων, καὶ τήνδε πανατρεκὲς ἔκλυον ὀμφήν,