Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἡρῷσσαι, Λιβύης τιμήοροι ἠδὲ θύγατρες.
  2. ἀλλʼ ἄνα· μηδʼ ἔτι τοῖον ὀιζύων ἀκάχησο·
  3. ἄνστησον δʼ ἑτάρους. εὖτʼ ἂν δέ τοι Ἀμφιτρίτη
  4. ἅρμα Ποσειδάωνος ἐύτροχον αὐτίκα λύσῃ,
  5. δή ῥα τότε σφετέρῃ ἀπὸ μητέρι τίνετʼ ἀμοιβὴν
  6. ὧν ἔκαμεν δηρὸν κατὰ νηδύος ὔμμε φέρουσα·
  7. καί κεν ἔτʼ ἠγαθέην ἐς Ἀχαιίδα νοστήσαιτε.’
  8. ὧς ἄρʼ ἔφαν, καὶ ἄφαντοι ἵνʼ ἔσταθεν, ἔνθʼ ἄρα ταίγε
  9. φθογγῇ ὁμοῦ ἐγένοντο παρασχεδόν. αὐτὰρ Ἰήσων
  10. παπτήνας ἀνʼ ἄρʼ ἕζετʼ ἐπὶ χθονός, ὧδέ τʼ ἔειπεν·
  11. ‘Ἵλατʼ ἐρημονόμοι κυδραὶ θεαί· ἀμφὶ δὲ νόστῳ
  12. οὔτι μαλʼ ἀντικρὺ νοέω φάτιν. ἦ μὲν ἑταίρους
  13. εἰς ἓν ἀγειράμενος μυθήσομαι, εἴ νύ τι τέκμωρ
  14. δήωμεν κομιδῆς· πολέων δέ τε μῆτις ἀρείων.’
  15. ἦ, καὶ ἀναΐξας ἑτάρους ἐπὶ μακρὸν ἀύτει,
  16. αὐσταλέος κονίῃσι, λέων ὥς, ὅς ῥά τʼ ἀνʼ ὕλην
  17. σύννομον ἣν μεθέπων ὠρύεται· αἱ δὲ βαρείῃ
  18. φθογγῇ ὑποτρομέουσιν ἀνʼ οὔρεα τηλόθι βῆσσαι·
  19. δείματι δʼ ἄγραυλοί τε βόες μέγα πεφρίκασιν
  20. βουπελάται τε βοῶν· τοῖς δʼ οὔ νύ τι γῆρυς ἐτύχθη