Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- λάβρον ἐποιχόμενον—μυχάτῃ ἐνέωσε τάχιστα
- ἠιόνι, τρόπιος δὲ μάλʼ ὕδασι παῦρον ἔλειπτο.
- οἱ δʼ ἀπὸ νηὸς ὄρουσαν, ἄχος δʼ ἕλεν εἰσορόωντας
- ἠέρα καὶ μεγάλης νῶτα χθονὸς ἠέρι ἶσα,
- τηλοῦ ὑπερτείνοντα διηνεκές· οὐδέ τινʼ ἀρδμόν,
- οὐ πάτον, οὐκ ἀπάνευθε κατηυγάσσαντο βοτήρων
- αὔλιον, εὐκήλῳ δὲ κατείχετο πάντα γαλήνῃ.
- ἄλλος δʼ αὖτʼ ἄλλον τετιημένος ἐξερέεινεν·
- ‘τίς χθὼν εὔχεται ἥδε; πόθι ξυνέωσαν ἄελλαι
- ἡμέας; αἴθʼ ἔτλημεν, ἀφειδέες οὐλομένοιο
- δείματος, αὐτὰ κέλευθα διαμπερὲς ὁρμηθῆναι
- πετράων. ἦ τʼ ἂν καὶ ὑπὲρ Διὸς αἶσαν ἰοῦσιν
- βέλτερον ἦν μέγα δή τι μενοινώοντας ὀλέσθαι.
- νῦν δὲ τί κεν ῥέξαιμεν, ἐρυκόμενοι ἀνέμοισιν
- αὖθι μένειν τυτθόν περ ἐπὶ χρόνον; οἷον ἐρήμη
- πέζα διωλυγίης ἀναπέπταται ἠπείροιο.’
- ὧς ἄρʼ ἔφη· μετὰ δʼ αὐτὸς ἀμηχανίῃ κακότητος
- ἰθυντὴρ Ἀγκαῖος ἀκηχέμενος ἀγόρευσεν·
- ‘Ὠλόμεθʼ αἰνότατον δῆθεν μόρον, οὐδʼ ὑπάλυξις
- ἔστʼ ἄτης· πάρα δʼ ἄμμι τὰ κύντατα πημανθῆναι