Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- ἤματι δʼ ἑβδομάτῳ Δρεπάνην λίπον· ἤλυθε δʼ οὖρος
- ἀκραὴς ἠῶθεν ὑπὲκ Διός· οἱ δʼ ἀνέμοιο
- πνοιῇ ἐπειγόμ??ἰοι προτέρω θέον. ἀλλὰ γὰρ οὔπω
- αἴσιμον ἦν ἐπιβῆναι Ἀχαιίδος ἡρώεσσιν,
- ὄφρʼ ἔτι καὶ Λιβύης ἐπὶ πείρασιν ὀτλήσειαν.
- ἤδη μέν ποθι κόλπον ἐπώνυμον Ἀμβρακιήων,
- ἤδη Κουρῆτιν ἔλιπον χθόνα πεπταμένοισιν
- λαίφεσι καὶ στεινὰς αὐταῖς σὺν Ἐχινάσι νήσους
- ἑξείης, Πέλοπος δὲ νέον κατεφαίνετο γαῖα·
- καὶ τότʼ ἀναρπάγδην ὀλοὴ βορέαο θύελλα
- μεσσηγὺς πέλαγόσδε Λιβυστικὸν ἐννέα πάσας
- νύκτας ὁμῶς καὶ τόσσα φέρʼ ἤματα, μέχρις ἵκοντο
- προπρὸ μάλʼ ἔνδοθι Σύρτιν, ὅθʼ οὐκέτι νόστος ὀπίσσω
- νηυσὶ πέλει, ὅτε τόνγε βιῴατο κόλπον ἱκέσθαι.
- πάντῃ γὰρ τέναγος, πάντῃ μνιόεντα βυθοῖο
- τάρφεα· κωφὴ δέ σφιν ἐπιβλύει ὕδατος ἄχνη·
- ἠερίη δʼ ἄμαθος παρακέκλιται· οὐδέ τι κεῖσε
- ἑρπετόν, οὐδὲ ποτητὸν ἀείρεται. ἔνθʼ ἄρα τούσγε
- —καὶ γάρ τʼ ἀναχάζεται ἠπείροιο
- ἦ θαμὰ δὴ τόδε χεῦμα, καὶ ἂψ ἐπερεύγεται ἀκτὰς