Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- τῇδʼ ἐπʼ ἐρημαίῃ πεπτηότας, εἰ καὶ ἀῆται
- χερσόθεν ἀμπνεύσειαν· ἐπεὶ τεναγώδεα λεύσσω
- τῆλε περισκοπέων ἅλα πάντοθεν· ἤλιθα δʼ ὕδωρ
- ξαινόμενον πολιῇσιν ἐπιτροχάει ψαμάθοισιν.
- καί κεν ἐπισμυγερῶς διὰ δὴ πάλαι ἥδʼ ἐκεάσθη
- νηῦς ἱερὴ χέρσου πολλὸν πρόσω· ἀλλά μιν αὐτὴ
- πλημμυρὶς ἐκ πόντοιο μεταχθονίην ἐκόμισσεν.
- νῦν δʼ ἡ μὲν πέλαγόσδε μετέσσυται, οἰόθι δʼ ἅλμη
- ἄπλοος εἰλεῖται, γαίης ὕπερ ὅσσον ἔχουσα.
- τούνεκʼ ἐγὼ πᾶσαν μὲν ἀπʼ ἐλπίδα φημὶ κεκόφθαι
- ναυτιλίης νόστου τε. δαημοσύνην δέ τις ἄλλος
- φαίνοι ἑήν· πάρα γάρ οἱ ἐπʼ οἰήκεσσι θαάσσειν
- μαιομένῳ κομιδῆς. ἀλλʼ οὐ μάλα νόστιμον ἦμαρ
- Ζεὺς ἐθέλει καμάτοισιν ἐφʼ ἡμετέροισι τελέσσαι.’
- ὧς φάτο δακρυόεις· σὺν δʼ ἔννεπον ἀσχαλόωντι
- ὅσσοι ἔσαν νηῶν δεδαημένοι· ἐν δʼ ἄρα πᾶσιν
- παχνώθη κραδίη, χύτο δὲ χλόος ἀμφὶ παρειάς.
- οἷον δʼ ἀψύχοισιν ἐοικότες εἰδώλοισιν
- ἀνέρες εἱλίσσονται ἀνὰ πτόλιν, ἢ πολέμοιο
- ἢ λοιμοῖο τέλος ποτιδέγμενοι, ἠέ τινʼ ὄμβρον